Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


Κεφάλαιον λδʹ.
15 Διὰ τί ἑπτάμηνα γόνιμα.


16 Ἐμπεδοκλῆς ὅτε ἐγεννᾶτο τῶν ἀνθρώπων γένος ἐκ τῆς
17 γῆς τοσαύτην γενέσθαι τῷ μήκει τοῦ χρόνου, διὰ τὸ βραδυπορεῖν 19.332
1 τὸν ἥλιον, τὴν ἡμέραν ὁπόση νῦν ἐστιν δεκάμηνος·
2 προϊόντος δὲ τοῦ χρόνου τοσαύτην γενέσθαι τὴν
3 ἡμέραν ὁπόση νῦν ἐστιν ἑπτάμηνος, διὰ τοῦτο καὶ τὰ
4 δεκάμηνα γόνιμα καὶ τὰ ἑπτάμηνα τῆς φύσεως τοῦ κόσμου
5 οὕτω μεμελετηκυίας αὔξεσθαι ἐν μιᾷ ἡμέρᾳ τίθεται νυκτὶ
6 τὸ βρέφος. Τίμαιος δὲ οὐ δέκα μῆνάς φησιν, ἐννέα δὲ νομίζεσθαι
7 παρὰ τὰς ἐπισχέσεις τῶν μηνιαίων τῆς πρώτης
8 συλλήψεως, οὕτω καὶ τὰ ἑπτάμηνα νομίζεσθαι οὐκ ὄντα
9 ἑπτάμηνα· ἔγνω τε γὰρ καὶ μετὰ τὴν σύλληψιν παῦσαι καθάρσεως.
10 Πόλυβος, Διοκλῆς, οἱ ἐμπειρικοὶ καὶ τὸν ὄγδοον
11 μῆνα ἴσασι γόνιμον, ἀτονώτερον δέ πως τῷ πολλάκις διὰ
12 τὴν ἀτονίαν πολλοὺς φθείρεσθαι· καθολικώτατον δὲ μηδένα
13 βούλεσθαι τὰ ὀκτάμηνα τρέφειν, γεγενῆσθαι δὲ πολλοὺς
14 ὀκταμηνιαίους ἄνδρας. Ἱπποκράτης καὶ Ἀριστοτέλης οἴονται,
15 ἐὰν πληρωθῇ μήτρα ἐν τοῖς ἑπτὰ μησὶ, τότε προκύπτειν
16 καὶ τὸ γόνιμον γίνεσθαι, ἐὰν δὲ προκύψῃ μὲν, μὴ
17 τρέφηται δὲ ἀσθενοῦντος τοῦ ὀμφαλοῦ διὰ τὸ ἐπίπονον, ἔμβρυον
18 ἄτροφον γίνεσθαι· διὰ τοῦτο τὰ ὀκτάμηνα οὐ περιγίνεσθαι· 19.333
1 ἐὰν δὲ μείνῃ τοὺς ἐννέα μῆνας ἐν τῇ μήτρᾳ, τότε
2 πρόκυψαν ὁλόκληρόν ἐστι. Πόλυβος ἑκατὸν ὀγδοήκοντα δύο
3 καὶ ἥμισυ ἡμέρας γίγνεσθαι  εἰς τὰ γόνιμα τὰ ἔμβρυα
4 ὑπολαμβάνει· εἶναι γὰρ ἑξάμηνα ὅτι καὶ τὸν ἥλιον ἀπὸ
5 τροπῶν ἐν τοσούτῳ χρόνῳ παραγίνεσθαι· λέγεσθαι δὲ ἑπτάμηνα
6 ὅταν τὰς ἐλλειπούσας ἡμέρας τούτου τοῦ μηνὸς ἐν
7 τῷ ἑπτὰ προσλαμβάνεσθαι, τὰ δὲ  ὀκτάμηνα μὴ ζῆν
8 ὅταν προκύψαντος μὲν τοῦ βρέφους τῆς μήτρας ἐπὶ πλέον
9 τε ὀμφαλὸς ἐβασανίσθη διατεινόμενος· ἄτροφον γὰρ γίνεται
10 τὸ ἔμβρυον· τοῦ τρέφοντος αἴτιος ὀμφαλός. οἱ δὲ μαθηματικοὶ
11 τοὺς ὀκτὼ μῆνας ἀσυνδέτους φασὶν εἶναι καὶ διὰ
12 τοῦτο ἐστερῆσθαι πάσης γενέσεως, τοὺς δὲ ἑπτὰ συνδετικούς·
13 τὰ δὲ ἀσύνδετα ζῶα ἔχειν τοὺς οἰκοδεσποτοῦντας
14 φαύλους τῶν ἀστέρων· ἂν γάρ τις τούτων τὴν ζωὴν καὶ
15 τὸν βίον κληρώσῃ, δυστυχῆ ἔσεσθαι καὶ ἄχρονον σημαίνει·
16 ἀσύνδετα δέ ἐστι ζώδια ὀκτὼ ἀριθμούμενα οἷον κριὸς πρὸς
17 σκορπίον ἀσύνδετος, ταῦρος πρὸς τοξότην ἀσύνδετος, δίδυμοι 19.334
1 πρὸς αἰγόκερον, καρκίνος πρὸς ὑδροχόον, λέων πρὸς
2 ἰχθύας, παρθένος πρὸς κριόν· διὰ τοῦτο καὶ τὰ ἑπτάμηνα
3 καὶ δεκάμηνα γόνιμα εἶναι· τὰ δὲ ὀκτάμηνα διὰ τὸ ἀσύνδετον
4 τοῦ κόσμου φθείρεσθαι. Τίμαιος καὶ δωδεκάμηνφησί
5 τινα κύεσθαι παρὰ τὴν ἐπίσχεσιν τῶν καταμηνίων τῆς πρώτης
6 συλλήψεως, οὕτω καὶ ἑπτάμηνα νομίζεσθαι οὐκ ὄντα
7 προσγεγενημένης τῆς συλλήψεως, δυναμένης δὲ τῆς μήτρας
8 εἰς καταμήνια καὶ μετὰ σύλληψιν.