Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


Κεφάλαιον δʹ.
8 Περὶ σημείου.


9 Σημεῖον τοίνυν οἱ μὲν διαλεκτικοί φασιν ἀξίωμα ἐν
10 ὑγιεῖ συνημμένον καὶ ἡγούμενον ἐγκαταληπτικὸν τοῦ λήγοντος.
11 τῶν δὲ σημείων τὰ μέν ἐστιν ἐνδεικτικὰ, τὰ δὲ ὑπομνηστικά·
12 ἐνδεικτικὸν μὲν οὖν ἐστιν ὅπερ παρατέθεικε τὸ
13 σημειούμενον ἅμα τῷ φανῆναι τὸ σημεῖον καὶ τοῦ εἰς γνῶσιν
14 σημειουμένου ἡμὰς ἀγαγεῖν. ὁποῖόν ἐστιν ἐπὶ τοῦ καπνοῦ
15 τοῦτον γὰρ ἰδόντες εὐθὺς γινώσκομεν ὅτι ἐκ πυρὸς 19.236
1 γεγονώς ἐστιν. ὑπομνηστικὸν δέ ἐστι σημεῖον, μὴ πρότερον
2 παρατηρηθέντος τοῦ σημείου τοῦ διαφανέντος εἰς
3 γνῶσιν οὐκ ἀφικόμεθα τοῦ σημειουμένου, ὥσπερ ἐπὶ τῆς
4 γάλα ἐχούσης εὐθὺς γινώσκομεν ὅτι τετοκυῖα ἐστι.


5  Περὶ συλλογισμοῦ.


6 Συλλογισμὸς δέ ἐστι λόγος διδομένων ἀποκρίσεων περὶ
7 τῶν διαλεγομένων συνάγων συμπέρασμα ἀπροσδόκητον, ὡς
8 ἐν τῇ πολιτείᾳ παρὰ Πλάτωνι. τοῦ γὰρ Θρασυμάχου εἰρηκότος
9 ὅτι τὸ δίκαιόν ἐστι τὸ τοῦ κρείττονος συμφέρον
10 ποιεῖν· καὶ τοῦτο κρατεῖ ἐν ἑκάστῃ πόλει τὸ ἄρχον· οἱ ἄρχοντες
11 ἐν ταῖς πόλεσι ἑκάσταις οἶοί τε καὶ ἁμαρτεῖν καὶ
12 τὰ αὐτοῖς ἀξύμφορα κελεύειν τοὺς ἥττους τε καὶ ἀρχομένους
13 ποιεῖν. συνάγει Σωκράτης ὅτι καὶ δίκαιόν ἐστι τὸ
14 αὐτοῖς προστάττουσι μὴ ξυμφέρον ποιεῖν.


15 Περὶ ὅρου.


16 Ὅρος δέ ἐστι λόγος σύντομος εἰς γνῶσιν ἡμᾶς ἄγων
17 ἑκάστου πράγματος, λόγος διὰ βραχείας ὑπομνήσεως ἐμφανὲς 19.237
1 ἡμῖν ἀπεργαζόμενος τὸ ὑποκείμενον πρᾶγμα· τῶν δὲ
2 ὅρων οἱ μὲν εἰσὶν οὐσιώδεις, οἱ δὲ ἐννοηματικοί.


3 Περὶ διαιρέσεως.


4 Τὴν διαίρεσιν ὑπολαμβάνουσι χωρισμὸν εἶναι τῶν συνεληλυθότων
5 εἰς ἕν· διαιρεῖσθαι δὲ νομίζουσιν ὀνόματα εἰς
6 σημαίνοντα καὶ ἄσημα καὶ ὅλον εἰς μερικὰ μέρη καὶ γένη
7 εἰς εἴδη, διαφορὰς εἰς τὸ καθ’ ἕκαστον καὶ εἰς συμβεβηκότα.


8 Περὶ κριτηρίου.


9 Κριτήριόν ἐστι πράγματος διαγνωστικὴ κατανόησις.
10 κριτήριον δέ ἐστι διττόν. τό τε χρώμενοι βιοῦμεν καὶ
11 τὸ περὶ ὑπάρξεως καὶ ἀνυπαρξίας. λέγεται δὲ τὸ κριτήριον
12 τριχῶς, κοινῶς, ἰδίως, ἰδιαίτατα. 19.238


1  Περὶ ἀληθοῦς.


2 Ἀληθές ἐστι τὸ ἀντικείμενόν τινι. διηλλαγμένον δὲ τὸ
3 ἀληθὲς τῆς ἀληθείας τριχῶς, οὐσίᾳ, συστάσει, δυνάμει· οὐσίᾳ
4 μὲν ἐπειδὴ τὸ ἀληθὲς ἀσώματόν ἐστιν. ἀξίωμα γάρ
5 ἐστι καὶ λεκτόν. δὲ ἀλήθεια σῶμά ἐστιν. ἐπιστήμη γάρ
6 πάντων ἐστίν· ἀληθῶν δ’ ἐπιστήμη. πῶς ἡγεμονικόν ἐστι.
7 τὸ δὲ ἡγεμονικὸν πνεῦμα εἶναι δοκεῖ, ὅπερ σωματοφυὲς μάλιστα
8 ἂν εἰκότως δοκῆ. τῇ δὲ συστάσει διήλλακται ταῦτα
9 τῷ τὸ μὲν ἀληθὲς δῆλον εἶναι. οἷον ἐγὼ διαλέγομαι τὴν
10 ἀληθείαν ἡμῖν εὑρῆσθαι περιληπτικὴν οὖσαν πάντων ἀγαθῶν.
11 δυνάμει δὲ ἐξήλλακται τῷ τὸ μὲν ἀληθὲς καὶ φαύλῳ
12 τινὶ ἐπιγίνεσθαι. λέγει γάρ ποτε ἀληθῶς καὶ μὴ πάνυ
13 ἐσπουδασμένος. τὴν δὲ ἀλήθειαν μόνην ἔντροφον εἶναι τοῖς
14 τρόπον εἶναι σπουδαίοις.


15  Περὶ ἀποδεικτικῆς.


16 Ἐπειδὴ δοκεῖ τῷ λογικῷ μέρει τῆς φιλοσοφίας προσήκειν
17 περὶ τῶν ἀποδείξεων λόγος, εὔλογόν ἐστι καὶ περὶ 19.239
1 τούτων εἰπεῖν· ἀποδείξεις καλῶ συλλογισμοὺς τοὺς διὰ τὰς
2 ἐναργεῖς πρόθεσιν καὶ λῆψιν συμπέρασμα ἀποδεικνύντας.
3 οὐ δεομένους ἑτέρου μηνύματος. εἰσὶ δὲ οἵδε, πρῶτος
4 ἐκ συνημμένου τοῦ ἡγουμένου τὸ λῆγον ἐπιφέρων, οἷον,
5 ἡμέρα ἐστὶν, ἄρα φῶς ἐστι. δεύτερος δὲ ἐξ ἡγουμένου καὶ
6 τοῦ ἀντικειμένου τοῦ λήγοντος τὸ ἀντικείμενον τοῦ ἡγουμένου
7 ἐπιφέρων. οἷον εἰ ἡμέρα ἐστὶ, φῶς ἐστι· φῶς οὐκ ἔστι,
8 ἄρα γ’ ἡμέρα οὐκ ἔστι. τρίτος δὲ ἐξ ἀποφατικῆς συμπλοκῆς
9 καὶ ἑνὸς τῶν ἐν τῇ συμπλοκῇ τὸ ἀντικείμενον τὸ
10 λοιπὸν ἐπιφέρων. οἷον εἰ οὐχὶ ἡμέρα ἐστὶ, νύξ ἐστι· ἀλλὰ
11 μὴν ἡμέρα ἐστὶν, νὺξ ἄρα οὐκ ἔστι. τέταρτος δέ ἐκ
12 διεζευγμένου καὶ ἑνὸς τῶν ἀντικειμένων τὸ λοιπὸν ἐπιφέρων.
13 ἡμέρα ἐστὶ νὺξ ἐστιν. ἀλλὰ μὴν ἡμέρα οὐκ ἔστι, νύξ
14 ἄρα ἐστὶ. πέμπτος ἐκ διεζευγμένου καὶ τοῦ ἀντικειμένου
15 ἑνὸς τῶν ἐν τῷ διεζευγμένῳ τοῦ ἀντικειμένου τὸ λοιπὸν ἐπιφέρων.
16 οἷον εἰ ἡμέρα ἐστὶ, νύξ οὐκ ἐστίν. ἀλλά μὴν νὺξ
17 οὐκ ἔστιν· ἡμέρα οὖν ἔστιν.

19.240