Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΦΙΛΟΣΟΦΟΥ
ΙΣΤΟΡΙΑΕ.


Κεφ. αʹ.
1  Ποία πρὸ τοῦ Σωκράτους ἦν φιλοσοφία, τίνα μέρη αὐτὸς
2 προσέθη καὶ περὶ τῆς τοῦ βιβλίου ὑποθέσεως.


3 Τῶν ἐξ ἀρχῆς φιλοσοφησάντων φυσιολογεῖν μόνον προελομένων
4 καὶ τοῦτο τέλος τῆς κατ’ αὐτοὺς φιλοσοφίας πεποιημένων
5 ἐπιγεγονὼς πολλοῖς ὕστερον χρόνοις Σωκράτης,
6 οὗτος τὸ μὲν ἀνέφικτόν φησιν ἀνθρώποις ὑπάρχειν. τῶν
7 γὰρ ἀδήλων κατάληψιν βεβαίαν λαβεῖν τῶν χαλεπωτάτων 19.223
1 εἶναι ἐνόμισε, τὸ δὲ ζητεῖν ὅπως ἄμεινον διάγοι τις καὶ τῶν
2 μὲν κακῶν ἀποτραπῇ, τῶν δὲ καλῶν ὡς πλείστων μετάσχῃ,
3 τοῦτο μᾶλλον συνοίσειν. καὶ τοῦτο νομίσας χρησιμώτερον
4 τῆς μὲν φυσιολογίας ἠμέληκεν οὐ πάνυ τι πρὸς τὸν χρήσιμον
5 βίον συμβαλλομένης, ἠθικὴν δέ τινα διάθεσιν ἐπινενοηκὼς
6 ἀγαθῶν τε καὶ κακῶν, αἰσχρῶν τε καὶ καλῶν, τιμίων
7 τε καὶ τῶν ἐναντίων τοῖς προνοουμένοις ταῦτα πάντων
8 ἀπηλλάχθαι τῶν ἀλυσιτελῶν ἡγεῖτο ῥᾳδίως, διὸ προσεπάγεται
9 τῇ φιλοσοφίᾳ τὸ ἠθικὸν, καθ’ συνέστησε τὴν
10 προαίρεσιν τῶν κάλλιστα ζῆν πεισθησομένων. κατιδὼν δὲ
11 ὅτι δεήσει τὸν τούτων προστησόμενον εὐπειθείας μετέχειν.
12 τοῦτο δ’ ἂν ὑπάρξειεν εἰ λόγοις διαλεκτικοῖς φαίνοιτο πρὸς
13 τοὺς προσιόντας καλῶς κεχρημένος καὶ τὴν διαλεκτικὴν δύναμιν
14 τελέως ἐπινενοηκὼς, δι’ ἧς πειθόμενοι ἀπαλλαξόμεθα
15 τῶν βλαβερῶν, ἐπελευσόμεθα δὲ ἐπὶ τὰ πάντως ὠφελεῖν πεφυκότα
16 ταύτην συνέστησεν. ὥς τε διὰ τὸν Σωκράτην γενέσθαι
17 τριμερῆ τὴν φιλοσοφίαν πρότερον ἐπὶ τοῖς φυσικοῖς 19.224
1 μόνοις ὁρίζεσθαι δοκοῦσαν, ταῦτα μὲν οὖν ἐχρῆν προειπεῖν,
2 ἵνα ἔκ τινος ἀρχῆς ποιησώμεθα τὸν περὶ φιλοσοφίας
3 λόγον. προὐθέμεθα δὲ διαλεχθῆναι περὶ τούτου οὐδὲν μὲν
4 ἴδιον εὑρηκότες, τὰ δὲ παρὰ τοῖς προτέροις σποράδην καὶ
5 χύδην εἰρημένα συναγαγόντες, σαφῶς τε καὶ συντόμως
6 σπουδάσαντες περὶ τούτου διαλεχθῆναι, ἵνα οἱ φιλομαθεῖς
7 τούτοις προεντυγχάνοντες μὴ δέοιντο τῶν ἐξηγουμένων, ἀλλὰ
8 δι’ ἑαυτῶν γιγνώσκοιεν τὰ καθ’ ἕκαστα τῶν εἰρημένων σαφέστερον.
9 ἀσφαλέστερον δὲ πειρώμεθα περὶ τούτου εἰπεῖν
10 τά σοφιστικὰ καὶ πάνυ κεκοσμημένα τῶν διαλεκτικῶν παρεληλυθότες.
11 οὐ γὰρ ἐπιδείξεως ἕνεκα προὐστησάμεθα τὴν
12 περὶ τούτου σπουδὴν, ἀλλὰ χρηστοήθη ποιῆσαι βουληθέντες
13 τοῖς ἐκ φιλοσοφίας λαβεῖν τί χρήσιμον προεγνωκόσιν. οἳ
14 νομίσαντες φιλοσοφεῖν  οὐ μόνον τοὺς τὰ τριβώνια
15 περιειμένους, ἀλλὰ καὶ τοὺς πρόοδον μὲν τοῖς πολλοῖς ὁμοίαν
16 ἐνστησαμένους, τὴν δὲ διάνοιαν φιλοσοφωτάτην ἔχειν σπουδάσαντας.
17 ἁπλουστέρως δὲ ὅσα παρὰ τῶν πεπαιδευκότων
18 ἡμᾶς ἀκηκόαμεν καὶ δι’ ἀναγνωσμάτων ἐμάθομεν νῦν συνάγειν 19.225
1 ἐπεχειρήσαμεν, ἵνα ἐξ ἁπάντων ἔχῃ τὶς γινώσκειν πόθεν
2 τε φιλοσοφία πρῶτον μὲν εἰς τοὺς Ἕλληνας παρελήλυθε
3 καὶ τίνες οἱ ταύτην εἰσαγαγόντες καὶ τοὺς δοκοῦντας
4 κατὰ τὴν παιδείαν διενηνοχέναι τῶν ἐπὶ ταῦτα τετραμμένων.
5