Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


Κεφάλαιον λʹ.
9 Περὶ παθῶν.


10 Οἱ Στωϊκοὶ τὰ μὲν πάθη ἐν τοῖς πεπονθόσι τόποις,
11 τὰς δὲ αἰσθήσεις ἐν τῷ ἡγεμονικῷ. Ἐπίκουρος καὶ τὰ μὲν
12 πάθη καὶ τὰς αἰσθήσεις ἐν τοῖς πεπονθόσι τόποις, τὸ δὲ
13 ἡγεμονικὸν ἀπαθὲς νομίζει. Στράτων δὲ καὶ τὰ πάθη τῆς
14 ψυχῆς  καὶ τὰς αἰσθήσεις ἐν τῷ ἡγεμονικῷ οὐκ ἐν τοῖς
15 πεπονθόσι τόποις συνίστασθαι, ἐν γὰρ ταύτῃ κεῖσθαι τὴν 19.320
1 ὑπομονὴν ὥσπερ ἐπὶ τῶν δεινῶν καὶ ἀλγεινῶν καὶ ὥσπερ
2 ἐπὶ ἀνδρείων καὶ δειλῶν.


3 Περὶ μαντικῆς.


4 Πλάτων καὶ οἱ Στωϊκοὶ τὴν μαντικὴν εἰσάγουσι, καὶ
5 γὰρ θεόπεμπτον εἶναι ὅπερ ἐστὶν ἐνθεαστικὸν καὶ κατὰ
6 θειότητα τῆς ψυχῆς, ὅπερ ἐστὶν ἐνθουσιαστικὸν καὶ τὸ ὀνειροπολικὸν
7 καὶ τὸ ἀστρονομικὸν καὶ τὸ ὀρνεοσκοπικόν. Ξενοφάνης
8 καὶ Ἐπίκουρος ἀναιροῦσι τὴν μαντικήν. Πυθαγόρας
9 μόνον τὸ θυτικὸν οὐκ ἀνῄρει. Ἀριστοτέλης δὲ καὶ
10 Δικαίαρχος τὸ καθ’ ἐνθουσιασμὸν μόνον καὶ τοὺς ὀνείρους
11 παρεισάγουσιν· ἀθάνατον μὲν τὴν ψυχὴν οὐ νομίζοντες,
12 θείου δέ τινος μετέχειν αὐτήν.


13 Πῶς οἱ ὄνειροι γίνονται.


14 Δημόκριτος ὀνείρους γίνεσθαι κατὰ τὰς τῶν εἰδώλων
15 παρατηρήσεις. Στράτων ἀλόγῳ τινὶ φύσει τῆς διανοίας ἐν 19.321
1 τοῖς ὕπνοις αἰσθητικωτέρας μέν πως τῆς ψυχῆς γινομένης,
2 δι’ αὐτὸ δὲ τοῦτο γνωστικῆς γινομένης. Ἡρόφιλος τῶν
3 ὀνείρων τοὺς μὲν θεοπνεύστους κατ’ ἀνάγκην γίγνεσθαι, τοὺς
4 δὲ φυσικοὺς ἀνειδωλοποιουμένης τῆς ψυχῆς τὸ συμφέρον
5 αὐτῇ καὶ τὸ πρὸς τούτοις ἐσόμενον· τοὺς δὲ συγκριματικοὺς
6 ἐκ τοῦ αὐτομάτου κατ’ εἰδώλων πρόσπτωσιν, ὅταν βουλόμεθα
7 βλέπωμεν, ὡς ἐπὶ τῶν φιλούντων γίγνεται τὰς ἐρωμέμένας
8 ἐρώντων εἰς ὕπνους.