Κεφάλαιον κδʹ.
13 Περὶ αἰσθήσεως καὶ αἰσθητοῦ.
14
Κατὰ τοὺς Στωϊκοὺς αἴσθησίς ἐστιν ἀντίληψις αἰσθητοῦ
15
δι’ αἰσθητηρίου ἢ κατάληψις· ἡ δὲ αἴσθησις πολλαχῶς
16
λέγεται· ἥ τε γὰρ ἕξις καὶ ἡ δύναμις καὶ ἡ ἐνέργεια καὶ ἡ 19.302
1
φαντασία ἡ καταληπτικὴ δι’ αἰσθητηρίου γίνονται καὶ αὐτὸ
2
τὸ ὄγδοον ἡγεμονικὸν, ἀφ’ οὗ ἡ αἰσθητικὴ βία συνίσταται·
3
πάλιν δὲ αἰσθητήρια λέγεται πνεύματα νοερὰ ἀπὸ τοῦ ἡγεμονικοῦ
4
ἐνὶ τὰ ὄργανα τεταμένα. Ἐπίκουρος τὸ μόριόν
5
ἐστιν ἡ αἴσθησις, ἥτις ἐστὶν ἡ δύναμις καὶ τὸ ἐπαίσθημα,
6
ὅθεν ἐστὶ τὸ ἐνέργημα, ὥστε διχῶς παρ’ αὐτοῦ λέγεσθαι
7
αἴσθησιν μὲν τὴν δύναμιν, αἰσθητικὸν δὲ τὸ ἐνέργημα. Πλάτων
8
τὴν αἴσθησιν ἀποφαίνεται ψυχῆς καὶ σώματος κοινωνίαν
9
πρὸς τὰ ἐκτός· ἡ μὲν γὰρ δύναμις ψυχῆς, τὰ δὲ ὄργανα
10
σώματος· ἄμφω δὲ διὰ φαντασίαν ἀντιληπτικὰ τῶν
11
ἔξωθεν γίνεται. Λεύκιππος καὶ Δημόκριτος τὴν αἴσθησιν
12
καὶ τὴν νόησιν γίνεσθαι εἰδώλων ἔξωθεν προσιόντων μηδενὶ
13
γὰρ ἐπιβάλλειν μηδετέραν χωρὶς τοῦ προσπίπτοντος εἰδώλου.
14 Εἰ ἀληθὴς ἡ αἴσθησις καὶ ἡ φαντασία.
15
Οἱ Στωϊκοὶ τὰς μὲν αἰσθήσεις ἀληθεῖς, τῶν δὲ φαντασιῶν
16
τὰς μὲν ἀληθεῖς, τὰς δὲ ψευδεῖς. Ἐπίκουρος πᾶσαν 19.303
1
αἴσθησιν καὶ πᾶσαν φαντασίαν ἀληθῆ· τῶν δὲ δοξῶν τὰς
2
μὲν ἀληθεῖς, τὰς δὲ ψευδεῖς· καὶ ἡ μὲν αἴσθησις μοναχῶς
3
ψευδοποιεῖται τὰ κατὰ τὰ νοήματα, ἡ δὲ φαντασία διχῶς·
4
καὶ γὰρ αἰσθητῶν ἐστι φαντασία καὶ νοητῶν. Ἐμπεδοκλῆς
5
καὶ Ἡρακλείδης παρὰ τὰς συμμετρίας τῶν πόρων τὰς κατὰ
6
μέρος αἰσθήσεις γίνεσθαι τοῦ οἰκείου τῶν αἰσθητῶν ἑκάστῃ
7
ἁρμόζοντος.
8 Πόσαι εἰσὶν αἱ αἰσθήσεις.
9
Οἱ Στωϊκοὶ πέντε τὰς ἰδικὰς αἰσθήσεις, ὅρασιν, ἀκοὴν,
10
ὄσφρησιν, γεῦσιν, ἁφήν. Ἀριστοτέλης ἕκτην μὲν οὐ λέγει,
11
κοινὴν δὲ αἴσθησιν τὴν τῶν συνθετῶν εἰδῶν κριτικὴν, εἰς
12
ἣν πᾶσαι συμβάλλουσιν αἱ ἁπλαῖ τὰς ἰδίας ἑκάστῃ φαντασίας,
13
ἐν ᾗ τῷ μεταβατικὸν ἀφ’ ἑτέρου πρὸς ἕτερον οἱονεὶ
14
σχήματος καὶ κινήσεως δείκνυται. Δημόκριτος πλείους εἶναι
15
αἰσθήσεις περὶ τὰ ἄλογα ζῶα ἢ περὶ τοὺς θεοὺς καὶ σοφούς.
16
1 Πῶς γίνεται ἡ αἴσθησις καὶ ἡ νόησις καὶ ὁ διὰ
2 κατάθεσιν λογισμός.
3
Οἱ Στωϊκοί φασιν, ὅταν ἄνθρωπος γένηται, ἔχει τὸ
4
ἡγεμονικὸν μέρος τῆς ψυχῆς αὐτοῦ ὥσπερ χάρτην ἐναργοῦντα
5
εἰς ἀπογραφὴν, εἰς τοῦτο γὰρ μία ἑκάστη τῶν ἐννοιῶν
6
ἐναπογράφεται· πρῶτος δὲ ὁ τῆς ἀναγραφῆς τρόπος
7
ὁ διὰ τῶν αἰσθήσεων· αἰσθανόμενοι γάρ τινος οἷον λευκοῦ
8
χιτωνίου, ἀπέλθοντος αὐτοῦ μνήμην ἔχομεν, ὅταν δ’ ὁμοειδεῖς
9
πολλαὶ μνῆμαι γένωνται, τότε φαμὲν ἔχειν ἐμπειρίαν·
10
ἐμπειρία γάρ ἐστιν ὁμοειδῶν φαντασιῶν πλῆθος. τῶν δ’
11
ἐννοιῶν αἱ μὲν φυσικῶς γίγνονται κατὰ τοὺς εἰρημένους
12
τρόπους καὶ οὐ τεχνικῶς, αἱ δὲ ἤδη δι’ ἡμετέρας ἐπιμελείας
13
καὶ διδασκαλίας. αὗται δὲ καὶ ἔννοιαι καλοῦνται μόναι,
14
ἐκεῖναι δὲ καὶ προλήψεις· ὁ δὲ λόγος καθ’ ὃν προσαγορευόμεθα
15
λογικοὶ, ἐκ τῶν προλήψεων συμπληροῦσθαι λέγεται
16
κατὰ τὴν πρώτην ἑβδομάδα· τοῦτο γάρ ἐστι νόημα φάντασμα
17
διανοίας λογικοῦ ζώου· τὸ γὰρ φάντασμα ἐπειδὰν λογικῇ 19.305
1
προσπίπτῃ ψυχῇ, ἐννοήματος δεῖται εἰληφότος τοὔνομα
2
παρὰ τὸν νοῦν· διόπερ τοῖς ἄλλοις ἀλόγοις ζώοις οὐ προσπίπτει
3
φαντάσματα· ὅσα δὲ καὶ τοῖς θεοῖς καὶ ἡμῖν γε,
4
ταῦτα φαντάσματα μόνον ἐστίν· ὅσα δὲ ἡμῖν, ταῦτα καὶ
5
φαντάσματα κατὰ γένος καὶ ἐννοήματα κατ’ εἶδος· ὥσπερ
6
τὰ δηνάρια καὶ οἱ στατῆρες, αὐτὰ μὲν καθ’ αὐτὰ ὑπάρχει
7
δηνάρια καὶ στατῆρες, ἐὰν δὲ εἰς πλοίου δοθῇ μίσθωσιν,
8
τηνικαῦτα πρὸς τῷ δηνάρια εἶναι καὶ ναῦλα λέγεται.
9 Περὶ φαντασιῶν.
10
Χρύσιππός φησι διαφέρειν ἀλλήλων τέτταρα ταῦτα,
11
φαντασίαν, φανταστὸν, φανταστικὸν, φάντασμα· φαντασία
12
γὰρ οὖν ἐστι πάθος ἐν τῇ ψυχῇ γινόμενον καὶ ἐνδεικνύμενον
13
αὐτό τε καὶ τὸ πεποιηκός· οἷον ἐπειδὰν ἴδωμεν τὸ λευκὸν
14
ὅ ἐστι πάθος ἐγγεγενημένον διὰ τῆς ὄψεως ἐν τῇ ψυχῇ
15
ἐναλλακτικὸν τοῦ πεπονθότος· εἴρηται δὲ φαντασία ἐκ τοῦ
16
φαίνεσθαι αὐτήν τε καὶ τὸ πεποιηκὸς ἢ ἀπὸ τοῦ φωτός· 19.306
1
καθάπερ γὰρ τὰ φῶς αὐτὸ δείκνυσι καὶ τὰ ἄλλα τὰ ἐν αὐτῷ
2
περιεχόμενα, καὶ ἡ φαντασία δείκνυσιν ἑαυτὴν καὶ τὸ πεποιηκὸς
3
αὐτήν· φανταστὸν δὲ τὸ ποιοῦν τὴν φαντασίαν, οἷον
4
τὸ λευκὸν καὶ τὸ ψυχρὸν καὶ εἴ τι ἄλλο διὰ τῶν αἰσθήσεων
5
δύναται κινεῖν τὴν ψυχὴν, φάνταστόν ἐστι· φανταστικὸν δέ
6
ἐστι διάκενος ἑλκυσμὸς, πάθος ἐν τῇ ψυχῇ ἀπ’ οὐδενὸς φανταστοῦ
7
γινόμενον καθάπερ ἐπὶ τοῦ σκιαμαχοῦντος. τῇ γὰρ
8
φαντασίᾳ ὑπόκειταί τι φανταστὸν, τῷ δὲ φανταστικῷ οὐδέν·
9
φάντασμα δ’ ἐστὶν ἐφ’ ὃ ἑλκόμεθα κατὰ τὸν φανταστικὸν
10
διάκενον ἑλκυσμόν· ταῦτα δὲ γίνεται ἐπὶ τῶν μελαγχολικῶν
11
καὶ μεμηνότων ὥσπερ ἐπὶ Ὀρέστου καὶ τοῦ παρ’
12
Ὁμήρῳ Θεοκλυμένου.