Κεφάλαιον εʹ.
2 Περὶ τοῦ φυσικοῦ.
3
Ὅσα μὲν εἰκὸς ἦν περὶ τῶν συντελούντων εἰς τὸ λογικὸν
4
μέρος τῆς φιλοσοφίας εἰπεῖν ἐν ἑτέρῳ διῆλθον διὰ
5
πλειόνων. ἡμεῖς δὲ συντομώτατα περὶ τούτων διαλεχθέντες
6
συμμετρίᾳ μὲν ἐπὶ τὰ φυσικώτερα. καὶ περὶ τούτων
7
εἰ λέγοι τις, πᾶσι ῥᾳδίως ἐπιτιμῶντες μή πάνυ δυσχεραίνομεν·
8
καὶ περὶ τούτου δυνατὸν εἶναι νομίζομεν ἐμφανῆ
9
καθεστάναι· καὶ τοῖς πρῶτα μαθοῦσιν οὕτως ἂν ὑπολάβωμεν
10
διὰ ῥᾳστώνην ὑπάρχειν ἀπὸ τούτων, τὰ προτέλεια τῶν
11
κατὰ φιλοσοφίαν. λαμβάνομεν τοίνυν πρότερον ἀπὸ τῶν
12
ἀρχῶν τε καὶ τῶν δραστικῶν καὶ τῶν ὑλικῶν ἡγημένων τῆς
13
φυσικῆς πραγματείας. τούτοις μὲν εἰκότως διανοηθέντες
14
ἁρμόττειν νομίζομεν ποικίλα τῶν παλαιῶν φιλοσόφων δόγματα
15
ὑπὲρ ἐκείνων καὶ ὑπὲρ τοῦ θεοῦ, ὅσπερ δραστικώτατος
16
μέν ἐστι πάντων τῶν ὄντων καὶ τῶν γινομένων αἴτιος 19.241
1
καὶ ὡς εἰπεῖν ποιητής εἰς μέσον προάγειν. Πλάτων μὲν
2
οὖν καὶ Ζήνων ὁ Στωϊκὸς περὶ τῆς οὐσίας τοῦ θεοῦ διεληλυθότες
3
οὐ κόσμον, ἀλλὰ παρὰ ταῦτα διενοήθησάν τι
4
ἄλλο· ὁ μὲν Πλάτων θεὸν ἀσώματον, Ζήνων δὲ σῶμα,
5
περὶ δὲ μορφῆς μηδὲν εἰρηκότες. Ἐπίκουρος δὲ ἀνθρωπόμορφον
6
τοῦτον ὑπέλαβεν. Στωϊκοὶ δὲ ἰδίαν μὲν ἰδέαν
7
οὐκ ἔχειν διηνεκῶς, πνεῦμα δὲ πυρῶδες ὁμοιούμενον πᾶσι
8
ῥᾳδίως οἷς ἂν προεῤῥύη. τόπον δὲ κρατεῖν ὡρισμένον καὶ
9
κινεῖσθαι μεταβατικῶς μὲν Ἐπίκουρος αὐτὸν εἰπεῖν ἐπεχείρησεν·
10
οἱ δὲ Στωϊκοὶ ἔμφυτον μὲν διὰ πάντων διήκειν,
11
ὁμοιούμενον δὲ ἑκάστῳ κινούμενον καὶ μεταλλάττειν προνοεῖν
12
τε τῶν ἁπτομένων κατ’ ἀρετήν. αὐτοὶ δὲ καὶ τὸν θεὸν
13
διοικητικὸν εἰρήκασι, μηδενὸς δὲ τῶν ἁπάντων ἐπιμέλειαν
14
ἔχειν. Ἐπίκουρος δὲ διισχυρίζεται λέγων τὸ μακάριον καὶ
15
ἀδιάφθαρτον οὔτ’ αὐτὸ πραγματείας ἔχειν οὔθ’ ἑτέρῳ παρέχειν, 19.242
1
ἀγαθὸν δὲ πᾶσιν ἀνθρώποις τὸν θεὸν διατελεῖν.
2
Πλάτων δ’ ὑπείληφε καὶ πάντων συλλήβδην τῶν κατὰ τὸν
3
βίον καθηγητικὸν οὐκ ἄλλον νενόμικε. τὸν κόσμον οἱ μὲν
4
γεννητὸν εἶναι νομίσαντες τὸν θεὸν ἔφασαν γεγονέναι τούτου
5
δημιουργόν. ἄλλοι δὲ γεννητὸν εἶναι συγκεχωρηκότες
6
οὐχ ὁμοίως περὶ τοῦ τέλους κεκρίκασιν. ἀλλὰ Πλάτων μὲν
7
ἀνώλεθρον εἶναι νομίζει καὶ ἀθάνατον διὰ τὴν εὐτεχνίαν
8
τοῦ πεποιηκότος. Στωϊκοὶ δὲ φθορὰς ἐπιδεκτικὸν εἶναι
9
καὶ διὰ πυρὸς εἰς τὸ ἄπειρον χεομένου γίνεσθαι τούτου τὴν
10
μεταβολὴν καί τινα χρόνον τῆς ὕλης ἀναπαυομένης καὶ
11
τῆς ἐπὶ λῆξιν λαμβανούσης· αὖθις δὲ τῶν ὄντων ἀνανευομένων
12
ἐκ πυρὸς καὶ μεταβαλλόντων κατ’ ἀρχὰς εἰς τὴν τῶν
13
ἄλλων στοιχείων φύσιν καὶ πάλιν συγκρινομένων καὶ σωματοποιουμένων
14
ὑπὸ τοῦ θεοῦ καὶ τὰ πάντα ἐκ νέας κοσμοποιουμένων.
15
οἱ μὲν ἄλλοι πάντες ὑπολαμβάνοντες εἶναι τὸν
16
θεὸν ἁπάντων δημιουργὸν αὐτῷ μόνῳ τὴν αἰτίαν τῶν γενομένων
17
προσάπτειν ἐπικεχειρήκασι. Πλάτων δὲ καὶ τὰς
18
ἰδέας εἰσήγαγεν, εἰς ὅσα μὲν ἀπεργάσασθαι δύναται. εἰσάγουσι 19.243
1
δὲ καὶ τὴν ἄποιον ὕλην ὡς οὐκ ἄνισα τὰ καθ’ ἕκαστα
2
συντελεῖσθαι, ἀλλὰ πάντα τε ὑπ’ αὐτῆς τὰ ἀποτελέσματα
3
γίγνεσθαι. καὶ περὶ μὲν τῆς δραστικῆς διεξελθεῖν
4
ἂν εἴη καιρός. οἱ Κυνικοὶ δὲ περὶ ταύτης εἰπόντες εἶναι
5
μὲν ἀρχὴν ὑλικὴν ἅπαντες ὁμοίως δεδώκασιν· οὐ μὴν ἅπαντες
6
εἶναι τὴν αὐτήν. ἀλλὰ Φερεκύδης μὲν ὁ Σύριος
7
γῆν εἶναι ταῦτα ἐνόμισε, Θαλῆς δὲ ὕδωρ, Ἀναξίμανδρος
8
δὲ ἄπειρον, Ἀναξιμένης δὲ καὶ Διογένης ὁ Ἀπολλωνιάτης
9
ἀέρα, πῦρ δὲ Ἡράκλειτος καὶ Ἵππασος ὁ Μεταποντῖνος,
10
Ξενοφάνης δ’ ὁ Κολοφώνιος γῆν καὶ ὕδωρ, Ἵππων δὲ ὁ
11
Ῥηγῖνος πῦρ καὶ ὕδωρ. Οἰνοπίων δὲ ὁ Χῖος πῦρ καὶ
12
ἀέρα, Δημόκριτος δὲ ἐν τοῖς σοφιστικοῖς γῆν καὶ πῦρ καὶ
13
ὕδωρ, οἱ Στωϊκοὶ δὲ τέσσαρα στοιχεῖα γῆν καὶ πῦρ καὶ
14
ὕδωρ καὶ ἀέρα, Ἀριστοτέλης δὲ τούτοις προσέθηκε καὶ τὸ
15
κυκλοφορικὸν σῶμα. Ἐμπεδοκλῆς δὲ τέτρασι στοιχείοις φιλίαν
16
καὶ νεῖκος προσήγαγε τῶν μὲν τεσσάρων στοιχείων
17
ὑλικῶν ὄντων, τῆς φιλίας ταῦτα συγκρινούσης, τοῦ δὲ νείκους 19.244
1
διαλύοντος καὶ διακρίνοντος. Δημόκριτος δὲ καὶ Ἐπίκουρος
2
τὰς ἀτόμους ἀρχὰς πάντων νομίζουσιν. Ἡρακλείδης
3
δὲ ὁ Ποντικὸς καὶ Ἀσκληπιάδης ὁ Βιθυνὸς ἀναρμόστους
4
ὄγκους τὰς ἀρχὰς ὑποτιθέντες τῶν ὅρων. Ἀναξαγόρας δὲ
5
ὁ Κλαζομένιος τὰς ὁμοιομερείας. Διόδωρος δὲ ὁ Κρόνος
6
ἐπικεκλημένος ἀμερῆ καὶ ἐλάχιστα σώματα. Πυθαγόρας
7
δὲ τοὺς ἀριθμούς. μαθηματικοὶ δὲ τὰ πέρατα τῶν σωμάτων.
8
Στράτων δὲ ὁ φυσικὸς ἐπωνομασμένος τὰς ποιότητας.