Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


Κεφάλαιον ιθʹ.
4 Περὶ βροντῶν καὶ ἀστραπῶν, κεραυνῶν, πρηστήρων
5 καὶ τυφώνων.


6 Ἀναξίμανδρος ἐκ τοῦ πνεύματος ὑπιόντος ταυτὰ πάντα
7 συμβαίνειν, ὅταν περιληφθὲν νέφει παχεῖ βιαζόμενον  
8 ἐκπέσῃ τῇ λεπτομερείᾳ καὶ κουφότητι, τότε μὲν ῥῆξις
9 τὸν ψόφον ἀποτελεῖ δὲ διαστολὴ παρὰ τὴν μελανίαν
10 τοῦ νέφους τὸν διαυγασμὸν ἀποτελεῖ. Μητρόδωρος ὅταν εἰς
11 νέφος πεπηγὸς ὑπὸ πυκνότητος ἐμπέσῃ πνεῦμα, τῇ μὲν
12 θραύσει τὸν κτύπον ποιεῖ, τῇ δὲ πληγῇ καὶ τῷ σχισμῷ
13 διαυγάζει, τῇ δὲ ὀξύτητι τῆς φορᾶς προσλαμβάνον τὴν ἀπὸ
14 τοῦ ἡλίου θερμότητα κεραυνοβολεῖ· τοῦ δὲ κεραυνοῦ τὴν
15 ἀσθένειαν εἰς πρηστῆρα περιΐστησιν. Ἀναξαγόρας δὲ ὅταν
16 τὸ θερμὸν εἰς τὸ ψυχρὸν ἐμπέσῃ, τοῦτο δὲ ἐστιν αἰθέριον
17 μέρος εἰς ἀερῶδες, τῷ μὲν ψόφῳ τὴν βροντὴν ἀποτελεῖ, τῷ 19.288
1 δὲ παρὰ τὴν μελανίαν τοῦ νεφώδους χρώματι τὴν ἀστραπήν·
2 τῷ δὲ πλήθει καὶ μεγέθει τοῦ φωτὸς τὸν κεραυνόν. τῷ δὲ
3 πολυσωματωτέρῳ πυρὶ τὸν τυφῶνα, τῷ δὲ νεφελοειδεῖ τὸν
4 πρηστῆρα. οἱ Στωϊκοὶ βροντὴν μὲν συγκρουσμὸν νεφῶν,
5 τὴν δὲ ἀστραπὴν ἔξαψιν ἐκ παρατρίψεως, κεραυνὸν δὲ σφοδροτέραν
6 ἔλλαμψιν, πρηστῆρα δὲ νωχελεστέραν. Ἀριστοτέλης
7 δὲ ἐξ ἀναθυμιάσεως πάντα τὰ τοιαῦτά φησι συμβαίνειν
8 τῆς ξηρᾶς· ὅταν οὖν ἐντύχῃ τῇ ὑγρᾷ παραβιάζηται τὴν
9 ἔξοδον καὶ τῇ μὲν παρατρίψει καὶ τῇ ῥήξει τὸν ψόφον τῆς
10 βροντῆς γίνεσθαι· τῇ δὲ ἐξάψει τῆς ξηρότητος τὴν ἀστραπήν·
11 πρηστῆρα δὲ καὶ τυφῶνα πλεονασμῷ τῆς ὕλης, ἣν
12 ἑκάτερος αὐτῶν συνεφέλκεται θερμότερος μὲν πρηστὴρ,
13 παχύτερος δὲ τυφών.


14 Περὶ νεφῶν, ὑετῶν, χιόνων, χαλάζων.


15 Ἀναξιμένης ἔφη συμβαίνειν παχυνθέντος ἐπὶ πλεῖστον
16 τοῦ ἀέρος, μᾶλλον δὲ ἐπισυναχθέντος ἐκθλίβεσθαι καὶ τοὺς
17 ὄμβρους γίγνεσθαι. χίονα δ’ ἐπειδὰν τὸ καταφερόμενον 19.289
1 ὕδωρ παγῆ ὑπὸ ψύξεως· χάλαζαν δὲ ὅταν παρασυλληφθῇ
2 τῷ ὑγρῷ πνεύματι. καὶ Μητρόδωρος ἀπὸ τῆς ὑδατώδους
3 ἀναφορᾶς συνίστασθαι τὰ νέφη, Ἐπίκουρος ἀπὸ τῶν ἀτόμων·
4 στρογγυλίζεσθαι δὲ τὴν χάλαζαν καὶ τὸν ὑετὸν γίγνεσθαι
5 ἀπὸ τῆς μακροτέρας φορᾶς διὰ τοῦ ἀέρος συμβαινούσης
6 ἀποπληττομένην.


7 Περὶ ἴριδος.


8 Τῶν μεταρσίων παθῶν τὰ μὲν καθ’ ὑπόστασιν γίνεται,
9 οἷον ὄμβρος, χάλαζα· τὰ δὲ κατ’ ἔμφασιν ἰδίαν οὐκ
10 ἔχοντα ὑπόστασιν. αὐτίκα γοῦν πλεόντων ἡμῶν ἤπειρος
11 κινεῖσθαι δοκεῖ. ἔστιν οὖν κατ’ ἔμφασιν ἶρις, περὶ ἧς
12 μὲν λέξομεν, εἰ πρότερον διδάξομεν πῶς αὐτὴν ὁρῶμεν· κατὰ
13 δὲ γραμμὰς κατ’ εὐθείας κατὰ καμπύλας κατὰ ἀνακλωμένας
14 γραμμὰς ἀδήλους, λόγῳ θεωρητὰς καὶ ἀσωμάτους
15 ὁρῶμεν· κατὰ μὲν οὖν εὐθείας ὁρῶμεν τὰ ἐν ἀέρι καὶ τὰ
16 διὰ τῶν λίθων τῶν διαυγῶν καὶ κεράτων, λεπτομερῆ γὰρ
17 ταῦτα πάντα, καμπύλας δὲ γραμμὰς καθ’ ὕδατος βλέπομεν 19.290
1 γινομένας. κάμπτεται γὰρ ὄψις βίᾳ διὰ τὴν πυκνοτέραν
2 τοῦ ὕδατος ὕλην. διὸ καὶ τὴν κώπην ἐν τῇ θαλάσσῃ μακρόθεν
3 καμπτομένην ὁρῶμεν. τρίτος δὲ τρόπος τοῦ βλέπειν
4 τὰ ἀνακλώμενα ὡς τὰ κατοπτρικά· ἔστιν οὖν τὸ τῆς ἴριδος
5 πάθος τοιοῦτον. δεῖ γὰρ ἐπινοῆσαι τὴν ἀναθυμίασιν
6 τὴν ὑγρὰν ἐς νέφος μεταβάλλεσθαι, εἶτα ἐκ τοῦ κατὰ βραχὺ
7 εἰς μικρὰς ῥανίδας δροσίζειν νοτιζούσας, ὅταν οὖν ἥλιος
8 γένηται εἰς δυσμὰς, ἀνάγκη γὰρ πᾶσαν ἶριν ἄντικρυς τοῦ
9 ἡλίου φαίνεσθαι, ὅτε ὄψις προσπεσοῦσα ταῖς ῥανίσιν ἀνακλᾶται,
10 ὥστε συμβαίνειν τὴν ἶριν· εἰσὶ δὲ αἱ ῥανίδες οὐ
11 σχήματος μορφαὶ, ἀλλὰ χρώματα φαίνεται. τρία γὰρ ἶρις
12 ἔχει χρώματα· τὸ μὲν γὰρ πρῶτον ἔχει φοινικοῦν, τὸ δὲ
13 δεύτερον ἁλουργὲς καὶ πορφυροῦν, τὸ δὲ  τρίτον κυάνεον
14 καὶ πράσινον· μή ποτε τὸ μὲν φοινικοῦν ὅτι λαμπρότης
15 τοῦ ἡλίου προσπεσοῦσα καὶ ἀκραιφνὴς λαμπηδὼν
16 ἀνακλωμένη ἐρυθρὸν ποιεῖ καὶ φοινικοῦν  τὸ χρῶμα·
17 τὸ δὲ δεύτερον μέρος ἐπιθολούμενον καὶ ἐκλυόμενον μᾶλλον
18 τῆς λαμπηδόνος διὰ τὰς ῥανίδας ἁλουργές. ἄνεσις γὰρ τοῦ 19.291
1 ἐρυθροῦ τοῦτο· ἔστι δὲ πάλιν ἐπιθολούμενον τὸ διορίζον
2 μεταβάλλεται εἰς τὸ πράσινον· ἔστιν οὖν τοῦτο δοκιμάσαι
3 δι’ ἔργων· εἰ γάρ τις εἰς τὸ ἄντικρυ τοῦ ἡλίου λάβῃ ὕδωρ
4 καὶ πτύσῃ, αἱ δὲ ῥανίδες ἀνάκλασιν λάβοιεν πρὸς τὸν ἥλιον,
5 εὑρήσει γιγνομένην ἶριν· καὶ οἱ ὀφθαλμιῶντες δὲ τοῦτο
6 πάσχουσιν, ὅταν εἰς τὸν λύχνον ἀποβλέψωσιν. Ἀναξιμένης
7 δὲ ἶριν γίνεσθαι νομίζει κατ’ αὐγασμὸν ἡλίου πρὸς νέφει
8 πυκνῷ καὶ παχεῖ καὶ μέλανι παρὰ τὸ μὴ δύνασθαι τὰς
9 ἀκτῖνας εἰς τὸ πέρας διακόπτειν ἐπισυνισταμένας αὐτῶν.
10 Ἀναξαγόρας ἀνάκλασιν ἀπὸ νέφους πυκνοῦ τῆς ἡλιακῆς περιφεγγείας.
11 καταντικρὺ δὲ τοῦ κατοπτρίζοντος αὐτὸν ἀστέρος
12 διὰ παντὸς ἵστασθαι. παραπλησίως δὲ φυσιολογεῖται
13 τὰ καλούμενα παρήλια, γινόμενα δὲ κατὰ τὸν πόντον. Μητρόδωρος
14 δὲ ὅταν διὰ νεφῶν ἥλιος διαλάμψῃ, τὸ μὲν νέφος
15 κυανίζειν, τὴν δ’ αὐγὴν ἐρυθραίνεσθαί φησι.


16 Περὶ ῥάβδων.


17 Τὰ κατὰ τὰς ῥάβδους καὶ ἀνθηλίους συμβαίνοντα μίξει
18 τῆς ὑποστάσεως καὶ ἐμφάσεως ὑπάρχειν οἴονται τῶν 19.292
1 μὲν νεφῶν ὁρωμένων οὐ κατ’ οἰκεῖον χρῶμα, ἀλλ’ ἕτερον,
2 ὅπερ κατὰ τὴν ἔμφασιν φαίνεται· ἐν δὲ τούτοις πᾶσιν τά
3 τε κατὰ φύσιν καὶ κατ’ ἐπίκτησιν ὅμοια συμβαίνει πάθη.