Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


Κεφάλαιον ηʹ.
7 Περὶ θεοῦ.


8 Ὅσα κατ’ ἀρχὰς περὶ θεοῦ λέγοντες παρελίπομεν,
9 ταῦτα νῦν ἐροῦμεν. τοὺς μὲν τῶν προτέρων φιλοσοφησάντων
10 εὑρήκαμεν θεοὺς ἠγνοηκότας, ὡς Πρωταγόραν τὸν
11 Ἡλεῖον καὶ Θεόδωρον τὸν Κυρηναῖον καὶ Εὐήμερον τὸν
12 Τεγεάτην. οὐ γὰρ εἶναι θεοὺς εἰπεῖν τετολμήκασιν. ἔοικε
13 δὲ ταύτης τῆς ὑπολήψεως Εὐριπίδης, κἂν τοῦτο μὲν αὐτὸς
14 οὐ λέγῃ διὰ δέος τῶν Ἀρεοπαγιτῶν, ἀλλὰ τὸν Σίσυφον
15 εἰσήγαγε τοῦτο λέγοντα. τοίους δὲ παραλελειφότες τοῦ Ἀναξαγόρου
16 ἀκροώμεθα, ὃς μὲν τὸν θεὸν  καὶ τὰ σώματα 19.251
1 κατ’ ἀρχὰς διακεκοσμηκέναι, καὶ οὕτως εἶναι τὸν πεποιηκότα
2 ταῦτα ὑπέλαβε. Πλάτων δὲ οὐχ ἑστηκότα ταῦτα
3 ὑπέθετο, ἀτάκτως δὲ κινούμενα ὑπὸ τοῦ θεοῦ εἰς τάξιν
4 ἦχθαι καὶ τοῦ προσήκοντος μετειληφέναι. Θαλῆς δὲ
5  νοῦν τοῦ κόσμου τὸν θέον ἡγήσατο. Ἀναξίμανδρος δὲ τοὺς
6 ἀπείρους νοῦς θεοὺς εἶναι νομίζει. Δημόκριτος δὲ νοῦν ἐν
7 πυρὶ σφαιροειδεῖ τὴν τοῦ κόσμου ψυχὴν ὑπολαμβάνει. Πυθαγόρας
8 δὲ τῶν ἀρχόντων μονάδα θεὸν καὶ τὸ ἀγαθὸν
9 ᾠήθη, ἥτις ἐστὶν τοῦ ἑνὸς φύσις αὐτὸς νοῦς. τὴν δὲ
10 ἀόριστον δυάδα δαίμονα καὶ τὸ κακὸν, περὶ ἥν ἐστιν ὁρατὸς
11 κόσμος. καὶ Πλάτωνι τοῦτο δοκεῖ τὸν θεὸν ἀμιγῆ πάσης
12 ὕλης καὶ μηδενὶ πάθει συμπεπλεγμένον. Ἀριστοτέλης δὲ
13 τὸν ἀνωτάτω θεὸν εἶδος χωριστὸν, ἐπιβεβηκὸς τῇ σφαίρᾳ
14 τοῦ παντός. ὅθεν ἐστὶν αἰθέριον σῶμα τὸ μέγιστον ὑπ’
15 αὐτοῦ νομιζόμενον. διηρημένον κατὰ τὰς σφαίρας τῇ μὲν
16 φύσει συναφεῖς, τῷ δὲ λόγῳ κεχωρισμένας· ὥστ’ εἶναι ζῶον
17 σύνθετον ἐκ σώματος καὶ θεότητος, καὶ τὸ μὲν αἰθέριον 19.252
1 κινούμενον κυκλοφορητικόν. τὴν δὲ ψυχὴν λόγον ἀκίνητον.
2 αἴτιον τῆς κινήσεως κατ’ ἐνέργειαν. Στωϊκοὶ τὸν θεὸν πῦρ
3 ἔντεχνον πνεῦμα νομίζουσιν ὁδῷ βαδίζον ἐπὶ κόσμου γένεσιν,
4 ἐμπεριειληφὸς πάντας τοὺς σπερματικοὺς λόγους, καθ’
5 οὓς ἕκαστα καθ’ εἱμαρμένην γίνεσθαι καὶ διήκειν δι’ ὅλου
6 τοῦ κόσμου, τὰς δὲ προσηγορίας μεταλαμβάνοντα κατά τὰς
7 τῆς ὕλης δι’ ἧς κεχώρηκε παραλλάξεις. θεὸν δὲ καὶ τὸν
8 κόσμον καὶ τοὺς ἀστέρας καὶ τὴν γῆν εἶναι νομίζουσι, τὸ
9 δὲ ἀνώτατον πάντων τὸν νοῦν εἶναι τὸν θεόν. Ἐπίκουρος
10 δὲ, ἀνθρωποειδεῖς εἶναι τοὺς θεοὺς, λόγῳ δὲ πάνυ θεωρητοὺς
11 διὰ τὴν λεπτομέρειαν τῆς τῶν εἰδώλων φύσεως. δὲ
12 οὕτω ἄλλας τέτταρας φύσεις κατὰ γένος ἀφθάρτους τάσδε,
13 τὰ ἄτομα, τὸ κενὸν, τὸ ἄπειρον, τὰς ὁμοιότητας. αὗται δὲ
14 λέγοντα ὁμοιομερεῖς καὶ στοιχεῖα τῷ αὐτῷ.


15  Πόθεν ἔχομεν ἔννοιαν θεῶν.


16 Ὁρίζοντα τὸν θεὸν οἱ Στωϊκοὶ πνεῦμα νοητὸν οὐκ
17 ἔχον μορφὴν, μεταβαλλόμενον δὲ εἰς βούλεται. ἔχομεν δὲ 19.253
1 ἔννοιαν τούτου ἐκ τοῦ κάλλους καὶ μεγέθους τῶν ὁρωμένων
2 αὐτοῦ δημιουργημάτων. οὐδὲν γὰρ τῶν καλῶν εἰκῆ γεγένηται,
3 ἀλλ’ ὑπὸ δημιουργοῦ σοφοῦ. ὅθεν Εὐριπίδης εἶπεν,
4 ἀστέρες δ’ ἐν οὐρανῷ ποίκιλμα τέκτονος σοφοῦ, ἐλάβομεν
5 δὲ ἔννοιαν ἐν τοῦ τὸν ἥλιον καὶ τὴν σελήνην σὺν τοῖς λοιποῖς
6 τῶν ἀστέρων τὴν ὑπόγειον φορὰν ἐνεχθέντας ὁμοίως
7 ἀνατέλλειν τοῖς χρώμασι καὶ τοῖς σχήμασιν. ἴσα δὲ καὶ τοῖς
8 μεγέθεσι καὶ κατὰ τόπους τοὺς αὐτοὺς καὶ χρόνους.


9  Περὶ ἡρώων καὶ δαιμόνων.


10 Θαλῆς μὲν καὶ Πλάτων καὶ Πυθαγόρας καὶ πρὸς τούτοις
11 οἱ Στωϊκοὶ. γιγνώσκουσιν ὁμοίους εἶναι καὶ τούτους μὲν
12 οὐσίας φυσικάς, τοὺς δ’ ἥρωας ψυχὰς κεχωρισμένας τῶν
13 σωμάτων τὰς μὲν ἀγαθὰς τῶν τὸν βίον διαγόντων ἄριστα
14 ἀνθρώπων, κακὰς δὲ τῶν πονηρῶν. Ἐπίκουρος δὲ οὐδετέρους
15 τούτων εἶναι συγκεχώρηκε.

19.254