Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


Κεφάλαιον ιστʹ.
11 Περὶ ἐνιαυτοῦ πόσος ἑκάστου τῶν πλανωμένων μέγας
12 ἐνιαυτός.


13 Ἐνιαυτὸς μὲν Κρόνου ἐστὶν ἐτῶν τριάκοντα. Διὸς δὲ
14 δώδεκα. ἄρεως δυοῖν· ἡλιοῦ ιβ’ μῆνες· οἱ δὲ αὐτοὶ Ἑρμοῦ
15 καὶ ἀφροδίτης· ἰσόδρομοι γάρ· σελήνης ἡμέραι λʹ· οὗτος
16 γὰρ τέλειος μὴν ἀποφάνσεως εἰς σύνοδον· τὸν δὲ μέγαν 19.284
1 ἐνιαυτὸν οἱ μὲν ἐν τῇ ὀκταετηρίδι τίθενται· οἱ δὲ ἐν
2 τῇ ἐννεακαιδεκαετηρίδι· οἱ δὲ ἐν τοῖς ἑξήκοντα ἑνὸς δέουσιν.
3 Ἡράκλειτος ἐκ μυρίων ὀκτακισχιλίων ἡλιακῶν. Διογένης ἐκ
4 πεντεκαιεξήκοντα καὶ τριακοσίων ἐνιαυτῶν τοσούτων, ὅσων
5 κατὰ Ἡράκλειτον ἐνιαυτός· ἄλλοι δὲ δι’ ἑπτακισχιλίων ψοζʹ.