Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


Κεφάλαιον κγʹ.
4 Περὶ ἀναβάσεως τοῦ Νείλου.


5 Θαλῆς τοὺς ἐτησίους ἀνέμους οἴεται πνέοντας τῇ Αἰγύπτῳ
6 ἀντιπροσώπους ἐπαίρειν τοῦ Νείλου τὸν ὄγκον διὰ
7 τὸ τὰς ἐκροὰς αὐτοῦ τῇ παρεισδύσει τοῦ ἀντιπαρήκοντος
8 πελάγους ἀνακόπτεσθαι. Εὐθυμένης Μασσαλιώτης ἐκ
9 τοῦ ὠκεανοῦ καὶ τῆς ἔξωθεν θαλάττης πλημμυρεῖν τὸν ποταμὸν
10 οἴεται. Ἀναξαγόρας ἐκ τῆς χιόνος τῆς ἐν τῇ Αἰθιοπίᾳ
11 τηκομένης μὲν τῷ θέρει,  ψυχομένης δὲ τῷ
12 χειμῶνι. Δημόκριτος χιόνος τῆς οὖν τοῖς πρὸς ἄρκτον μέρεσιν
13 ὑπὸ θερινὰς τροπὰς ἀναλυομένης νέφη  ἐκ τῶν
14 ἀτμῶν πληροῦσθαι καὶ συνελαυνόμενα πρὸς τὴν μεσημβρίαν
15 καὶ τὴν Αἴγυπτον ὑπὸ τῶν ἐτησίων ἀνέμων ἀποτελεῖν ῥαγδαίους
16 ὄμβρους, ὑφ’ ὧν ἐγείρεσθαι τὸν Νεῖλον ποταμόν.
17 Ἡρόδοτος ἴσον μὲν φέρεσθαι καὶ χειμῶνος καὶ θέρους ἐκ 19.301
1 τῶν πηγῶν. φαίνεσθαι δὲ ἐλάττονα τοῦ χειμῶνος διὰ τὸ
2 ἐν τούτῳ τῷ καιρῷ πλησίον ὄντα τὸν ἥλιον τῆς Αἰγύπτου
3 ἐξατμίζειν τὰ νάματα. Ἔφορος ἱστοριογράφος κατὰ θέρος
4 φησὶν ἀναχαλᾶσθαι τὴν ὅλην Αἴγυπτον καὶ οἱονεὶ ἐξυδροῦν
5 τὸ πολὺ νᾶμα. συνδίδωσι δ’ αὐτῇ καὶ Ἀραβία
6 καὶ Λιβύη παρὰ τὸ ἀραιὸν καὶ ὑπόψαμμον. Εὔδοξος
7 τοὺς ἱερεῖς φησι λέγειν τὰ ὄμβρια τῶν ὑδάτων καὶ τὴν ἀντιπερίστασιν
8 τῶν ὡρῶν, ὅταν παρ’ ἡμῖν εἴη θέρος τοῖς ὑπὸ
9 τὸν θερινὸν τροπικὸν οἰκοῦσιν, τότε τοῖς ὑπὸ τὸν χειμερινὸν
10 τροπικὸν ἀντοίκοις χειμών ἐστιν, ἐξ ὧν τὸ πλημμυροῦν
11 ὕδωρ καταῤῥήγνυται.