Κεφάλαιον ληʹ.
15 Εἰ ζῶα τὰ φυτά.
16
Θαλῆς καὶ Πλάτων τὰ φυτὰ ἔμψυχα καὶ ζῶά φασιν·
17
φανερὸν δὲ ἐκ τοῦ σαλεύεσθαι καὶ ἐν ταῖς συναγωγαῖς ἠχεῖν 19.341
1
μετὰ βίας καὶ πάλιν σφοδρῶς ἀναχλᾶσθαι, ὥστε καὶ συνέλκειν
2
βάρη. Ἀριστοτέλης ἔμψυχα μὲν, οὐ μὴν καὶ ζῶα· τὰ
3
γὰρ ζῶα ὁρμητικὰ εἶναι καὶ αἰσθητικὰ καὶ λογικά. Στωϊκοὶ
4
δὲ καὶ Ἐπικούρειοι οὐκ ἔμψυχα· τινὰ γὰρ ψυχῆς ὁρμητικῆς
5
εἶναι καὶ ἐπιθυμητικῆς, τινὰ δὲ καὶ λογικῆς· τὰ
6
δὲ φυτὰ αὐτομάτως πως γεγενῆσθαι οὐ διὰ ψυχῆς.
7 Πῶς αὐξάνεται τὰ φυτά.
8
Ἐμπεδοκλῆς τὰ δένδρα πρῶτα τῶν ζώων ἐκ τῆς γῆς
9
ἀναφῦναί φησι· πρὶν τὸν ἥλιον περιαπλωθῆναι καὶ πρὶν
10
ἡμέραν καὶ νύκτα διακριθῆναι· διὰ δὲ συμμετρίας τῆς κράσεως
11
τὸν τοῦ ἄῤῥενος καὶ τοῦ θήλεος περιέχειν λόγον· αὔξεσθαι
12
δὲ ἄπο τοῦ ἐν τῇ γῇ θερμοῦ διαιρουμένου, ὥστε γῆς
13
εἶναι μέρη καθάπερ καὶ τὰ ἔμβρυα τὰ ἐν τῇ γαστρὶ τῆς
14
μήτρας μέρη· τοὺς δὲ καρποὺς περιττώματα εἶναι τοῦ ἐν
15
τοῖς φυτοῖς ὕδατος καὶ πυρός· καὶ τὰ μὲν ἐλλιπὲς ἔχοντα 19.342
1
τὸ ὑγρὸν ἐξικμαζομένου τούτου· τῷ θέρει φυλλοῤῥοεῖν· τὰ
2
δὲ πλείονα παραμένειν ἀεὶ φύλλοις τεθηλότα ὥσπερ ἐπὶ δαφνῆς
3
καὶ τῆς ἐλαίας· τὰς δὲ διαφορὰς τῶν χυμῶν παραλλαγὰς
4
γίνεσθαι τῆς πολυμερείας καὶ τῶν φυτῶν διαφόρων
5
ἑλκόντων τὰς ἀπὸ τῶν τρεφόντων ὁμοιομερείας ὥσπερ ἐπὶ
6
τῶν ἀμπέλων· οὐ γὰρ αἱ διαφοραὶ τούτων ποιοῦσι τὸν οἶνον
7
διαλλάττοντα, ἀλλὰ τοῦ τρέφοντος ἐδάφους.
8 Περὶ τροφῆς καὶ αὐξήσεως.
9
Ἐμπεδοκλῆς τρέφεσθαι μὲν τὰ ζῶα διὰ τὴν ὑπόστασιν τοῦ
10
οἰκείου, αὔξεσθαι δὲ διὰ τὴν παρουσίαν τοῦ θερμοῦ· μειοῦσθαι
11
δὲ καὶ φθίνειν διὰ τὴν ἔκλειψιν ἑκατέρων· τοὺς δὲ νῦν
12
ἀνθρώπους τοῖς πρώτοις συμβαλλομένους βρεφῶν ἐπέχειν
13
τάξιν.