Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


Κεφάλαιον λβʹ.
8  Πῶς αἱ συλλήψεις γίνονται.


9 Ἀριστοτέλης ὑπολαμβάνει τὰς μὲν συλλήψεις γίνεσθαι
10 προανελκομένης μὲν ὑπὸ τῆς καθάρσεως τῆς μήτρας, τῶν δὲ
11 καταμηνίων συνεπισπωμένων ἀπὸ τοῦ παντὸς ὄγκου μέρος
12 τι τοῦ καθαροῦ αἵματος, ὡς συμβαίνειν τὸν τοῦ ἄῤῥενος
13 γόνον· μὴ γίγνεσθαι δὲ τὰς κυήσεις παρ’ ἀκαθαρσίαν τῆς
14 μήτρας ἐμπνευμάτωσιν φόβον λύπην ἀσθένειαν τῶν
15 γυναικῶν δι’ ἀτονίαν τῶν ἀνδρῶν.

19.324
1  Πῶς ἄῤῥενα καὶ θήλεα γίνονται.


2 Ἐμπεδοκλῆς οἴεται καὶ Ἀσκληπιάδης ἄῤῥεν καὶ θῆλυ
3 γίνεσθαι παρὰ θερμότητος καὶ ψυχρότητος, ὅθεν ἱστορεῖται
4 τοὺς μὲν πρώτους ἄῤῥενας πρὸς ἀνατολῇ καὶ μεσημβρίᾳ γίγνεσθαι
5 μᾶλλον ἐκ τῆς γῆς, τὰς δὲ θηλείας πρὸς ταῖς ἄρκτοις.
6 Παρμενίδης δ’ ἀντιστρέφει πρὸς ταῖς ἄρκτοις ἄῤῥενας
7 γίγνεσθαι τοῦ πυκνοῦ μετέχειν πλείονος· τὰς δὲ θηλείας
8 πρὸς τὴν μεσημβρίαν δι’ ἀραιότητα. Ἱππῶναξ παρὰ
9 τὸ συνεστὼς καὶ ἰσχυρὸν παρὰ τὸ ῥευστικόν τε καὶ ἀσθενέστερον
10 σπέρμα. Ἀναξαγόρας καὶ Παρμενίδης τὰ μὲν ἐκ
11 τῶν δεξιῶν καταβάλλεσθαι εἰς τὰ δεξιὰ μέρη τῆς μήτρας,
12 τὰ δὲ ἐκ τῶν ἀριστερῶν εἰς τὰ ἀριστερά· εἰ δὲ ἐναλλαγῇ
13 τὰ τῆς καταβολῆς γίνεσθαι θήλεα. Κλεοφάνης, οὗ μέμνηται
14 Ἀριστοτέλης, τὰ μὲν ἐκ τοῦ δεξιοῦ διδύμου, τὰ δὲ ἐκ τοῦ
15 ἀριστεροῦ. Λεύκιππος παρὰ τὴν παραλλαγὴν τῶν μορίων,
16 καθ’ ἣν μὲν καυλὸν, δὲ μήτραν ἔχει, τοσοῦτον γὰρ μόνον
17 λέγει. Δημόκριτος τὰ μὲν κοινὰ μέρη ἐξ ὁποτέρου ἂν 19.325
1 τύχῃ· τὰ δ’ ἰδιάζοντα καὶ κατ’ ἐπικράτειαν. Ἱππῶναξ δὲ,
2 εἰ μὲν γονὴ κρατήσειεν, ἄῤῥεν, εἰ δὲ ὕλη, θῆλυ.


3 Πῶς τέρατα γίνεται.


4 Ἐμπεδοκλῆς νομίζει παρὰ πλεονασμὸν σπέρματος
5 παρ’ ἔλλειμμα παρὰ τὴν τῆς κινήσεως ἀρχὴν παρὰ τὴν
6 εἰς πλείω διαίρεσιν παρὰ τὸ ἀπονεύειν τέρατα γίγνεσθαι·
7 οὕτω προειληφὼς φαίνεται σχεδόν τι πάσας τὰς ἀπολογίας.
8 Στράτων παρὰ πρόσθεσιν ἀφαίρεσιν μετάθεσιν ἐμπνευμάτωσιν·
9 τῶν ἰατρῶν τινες δὲ παρὰ τὸ διεστράφθαι
10 τὴν μήτραν ἐμπνευματουμένην.


11 Διὰ τί γυνὴ πολλάκις συνουσιάζουσα οὐ συλλαμβάνει.


12 Διοκλῆς ἰατρὸς παρὰ τὸ μηδ’ ὅλως ἐνίας σπέρμα
13 προΐεσθαι παρὰ τὸ ἔλαττον τοῦ δέοντος διὰ τὸ τοιοῦτον
14 ἐν τὸ ζωοποιητικὸν οὐκ ἔστιν διὰ θερμασίας
15 ψύξεως ὑγρασίας ξηρότητος πλεονασμὸν ἔνδειαν
16 κατὰ παράλυσιν τῶν μορίων. οἱ Στωϊκοὶ κατὰ λοξότητα τοῦ 19.326
1 μορίου μὴ δυναμένου εὐθυβολεῖν τὸν γόνον· παρὰ τὸ
2 ἀσύμμετρον τῶν μορίων ὡς πρὸς τὴν ἀπόστασιν τῆς μήτρας.
3 Ἐρασίστρατος παρὰ τὴν μήτραν ὅταν τύλους ἔχῃ
4 σαρκώδης εὐρυτέρα μικροτέρα τοῦ κατὰ φύσιν.


5 Πῶς δίδυμα καὶ τρίδυμα γίγνεται.


6 Ἐμπεδοκλῆς οἴεται δίδυμα καὶ τρίδυμα γίγνεσθαι κατὰ
7 πλεονασμὸν καὶ περισχισμὸν τοῦ σπέρματος, Ἀσκληπιάδης
8 παρὰ τὴν τῶν σπερμάτων διαφορὰν ὥσπερ τὰς κριθὰς τὰς
9 διστίχους καὶ τριστίχους· εἶναι γὰρ σπέρματα γονιμώτατα.
10 Ἐρασίστρατος διὰ τὰς ἐπισυλλήψεις γίνεσθαι ὥσπερ ἐπὶ
11 τῶν ἀλόγων ζώων· ὅταν γὰρ μήτρα εἴη κεκαθαρμένη,
12 τότε ἐπὶ σύλληψιν ἔρχεται. οἱ Στωϊκοὶ παρὰ τοὺς ἐν τῇ
13 μήτρᾳ τόπους· ὅταν  γὰρ εἰς πρῶτον καὶ δεύτερον
14 ἐμπέσῃ τὸ σπέρμα, τότε γίνεσθαι τὰς ἐπισυλλήψεις καὶ διδύμους
15 καὶ τριδύμους.

19.327
1 Πόθεν γίνεται τῶν γονέων ὁμοίωσις καὶ τῶν προγόνων.


2 Ἐμπεδοκλῆς οἴεται ὁμοιότητα γίγνεσθαι κατ’ ἐπικράτειαν
3 τῶν σπερμάτων· ἀνομοιότητα δὲ τῆς ἐν τῷ σπέρματι
4 θερμασίας ἐξατμισθείσης. Παρμενίδης ὅταν μὲν ἀπὸ τῶν
5 δεξιῶν μερῶν τῆς μήτρας τὸ σπέρμα ἀποκριθῇ τοῖς πατράσιν,
6 ὅταν δὲ ἀπὸ ἀριστερῶν, ταῖς μητράσιν· οἱ Στωϊκοὶ
7 ἀπὸ τοῦ σώματος ὅλου καὶ τῆς ψυχῆς φέρεσθαι τὸ σπέρμα
8 καὶ τὰς ὁμοιότητας ἀναπλάττεσθαι ἐξ αὐτοῦ τοὺς τύπους
9 καὶ τοὺς χαρακτῆρας ὡσπερανεὶ ζώγραφον ἀπὸ τῶν ὁμοίων
10 χρωμάτων ὁμοιότητα τοῦ βλεπομένου· προΐεσθαι δὲ καὶ τὴν
11 γυναῖκα σπέρμα· κἂν μὲν ἐπικρατῇ τὸ τῆς γυναικὸς, ὅμοιόν
12 ἐστι τὸ γεννώμενον τῇ μητρὶ, ἐὰν δὲ τὸ τοῦ ἀνδρὸς, τῷ πατρί.


13 Πῶς ἄλλοις ὅμοια γίνεται τὰ γεννώμενα καὶ οὐ
14 τοῖς γονεῦσιν.


15 Οἱ μὲν πλεῖστοι τῶν ἰατρῶν τυχικῶς καὶ ἐκ τοῦ αὐτομάτου,
16 ὅταν διαψυχθῇ τὸ σπέρμα καὶ τὸ τοῦ ἀνδρὸς καὶ
17 τὸ τῆς γυναικὸς ἀνόμοια γίνεσθαι τὰ παιδία. Ἐμπεδοκλῆς
18 τῇ κατὰ σύλληψιν ὄψει τε καὶ φαντασίᾳ τῆς γυναικὸς μορφοῦσθαι 19.328
1 τὰ βρέφη· πολλάκις οὖν ἀνδριάντων καὶ εἰκόνων
2 ἠράσθησαν καὶ ὅμοια τούτοις τετόκασιν· οἱ Στωϊκοὶ κατὰ
3 συμπάθειαν τῆς διανοίας κατὰ ῥευμάτων καὶ ἀκτίνων εἴσκρισιν
4 γίγνεσθαι τὰς ὁμοιότητας.


5 Πῶς στεῖραι γίνονται γυναῖκες καὶ ἄγονοι ἄνδρες.


6 Οἱ ἰατροὶ στείρας φασὶ γίγνεσθαι παρὰ τὸ τὴν μήτραν
7 στενοτέραν εἶναι παρὰ τὸ πυκνοτέραν παρὰ το ἀραιοτέραν
8 παρὰ τὸ σκληροτέραν παρά τινας ἐπιπωρώσεις
9 σαρκώσεις παρὰ μικροθυμίαν παρ’ ἀτροφίαν παρὰ
10 καχεξίαν παρὰ τὸ διαστρέφεσθαι τὸν σχηματισμὸν διὰ
11 παρασπασμόν. Διοκλῆς ἀγόνους τοὺς ἄνδρας διὰ τὸ μηδ’
12 ὅλως προΐεσθαι γονὴν παρὰ τὸ ἔλαττον εἶναι τοῦ δέοντος
13 παρὰ τὸ ἄγονον εἶναι τὸ σπέρμα κατὰ παράλυσιν
14 τῶν μορίων κατὰ λοξότητα τοῦ καυλοῦ μὴ δυναμένου τὸν
15 γόνον εὐθυβολεῖν παρὰ τὸ ἀσύμμετρον τῶν μορίων πρὸς
16 τὴν ἀπόστασιν τῆς μήτρας. οἱ Στωϊκοὶ αἰτιῶνται τὰς ἀσυμφύλους
17 εἰς ἑκάτερα τῶν πλησιαζόντων δυνάμεις τε καὶ ποιότητας, 19.329
1 αἷς ὅταν συμβῇ χωρισθῆναι μὲν ἀπ’ ἀλλήλων, συνελθεῖν
2 δὲ ἑτέροις ὁμοφύλοις, συνεκρατήθη τὸ κατὰ φύσιν καὶ
3 βρέφος τελεσιουργεῖται.


4 Διὰ τί ἡμίονοι στεῖραι.


5 Ἀλκμαίων τῶν ἡμιόνων τοὺς μὲν ἄῤῥενας ἀγόνους παρὰ
6 τὴν λεπτότητα τῆς θορῆς καὶ ψυχρότητα, τὰς δὲ θηλείας
7 παρὰ τὸ ἄνω μὴ ἀναχάσκειν τὰς μήτρας, ἐστιν ἀναστομοῦσθαι.
8 Ἐμπεδοκλῆς διὰ τὴν σμικρότητα καὶ ταπεινότητα
9 καὶ στενότητα τῆς μήτρας κατεστραμμένως προσπεφυκυίας
10 τῇ γαστρὶ μήτε τοῦ σπέρματος εὐθυβολοῦντος εἰς αὐτὴν,
11 μήτε εἰ καὶ φθάσειεν αὐτῆς ἐκδεχομένης. Διοκλῆς δὲ μαρτυρεῖ
12 αὐτῷ λέγων πολλάκις ἑωρακέναι τοιαύτην μήτραν ἐν
13 ταῖς ἀνατομαῖς τῶν ἡμιόνων καὶ ἐνδέχεσθαι διὰ τὰς αἰτίας
14 ταύτας καὶ τὰς γυναῖκας στείρας εἶναι.