Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


Κεφάλαιον ιγʹ.
9 Τίς οὐσία τῶν πλανητῶν καὶ ἀπλανῶν.


10 Θαλῆς μὲν ὑπολαμβάνει γεώδη εἶναι τὰ ἄστρα, ἔμπυρα
11 δέ. Ἐμπεδοκλῆς δὲ πυρινὰ μόνα. Ἀναξαγόρας δὲ τὸν περικείμενον
12 αἰθέρα ἀέρα πυρινὸν ᾠήθη, τῇ δὲ εὐτονίᾳ τῆς
13 περιδινήσεως ἀναρπάσαντα πέτρους ἀπὸ τῆς γῆς καὶ καταφλέξαντα
14 τούτους ἠστερικέναι. Διογένης δὲ κισσηροειδῆ
15 μὲν τὰ ἄστρα λέγει· διάπνοιαν δ’ αὐτὰ νοεῖται κόσμον.
16 Πλάτων δὲ ἐκ μὲν τοῦ πλείστου μέρους πυρινοὺς εἶναι  19.271
1 ἀστέρας ὑπολαμβάνει, μετέχοντας δὲ τῶν ἄλλων στοιχείων
2 κόλλης τρόπον. Ξενοφάνης δὲ ἐκ νεφῶν πεπυρωμένων συνιστάναι
3 τοὺς ἀστέρας ἡγεῖται, σβεννυμένους δὲ καθ’ ἑκάστην
4 ἡμέραν ἀναζωπυρεῖσθαι νύκτωρ, καθάπερ τοὺς ἄνθρακας.
5 τὰς γὰρ ἀνατολὰς καὶ δύσεις ἐξάψεις εἶναι καὶ σβέσεις.
6 Ἡρακλείδης δὲ καὶ οἱ Πυθαγόρειοι ἕκαστον τῶν ἀστέρων
7 κόσμον εἶναι νομίζουσι γῆν περιέχοντα καὶ αἰθέρα ἐν τῷ
8 ἀπείρῳ ἀέρι. ταῦτα δὲ τὰ δόγματα ἐν ἐνίοις Ὀρφικοῖς
9 φέρεσθαι λέγουσι κοσμοποιοῦσι τῶν ἀστέρων ἕκαστον· οὐδὲν
10 ἀπογιγνώσκει Ἐπίκουρος τούτων ἐχόμενος τοῦ ἐνδεχομένου.


11 Περὶ σχήματος ἀστέρων.


12 Οἱ Στωϊκοὶ σφαιρικοὺς τοὺς ἀστέρας καθάπερ τὸν κόσμον
13 οἴονται καὶ ἥλιον καὶ σελήνην. Κλεάνθης κωνοειδεῖς.
14 Ἀναξιμένης ἥλων δίκην καταπεπῆχθαι τῷ κρυσταλλοειδεῖ·
15 ἔνιοι πέταλα πυρινὰ νομίζουσιν εἶναι ὥσπερ ζωγραφήματα
16 τοὺς ἀστέρας.

19.272
1 Περὶ τάξεως τῶν ἀστέρων.


2 Ξενοφάνης κατ’ ἐπιφάνειαν οἴεται κινεῖσθαι τοὺς ἀστέρας.
3 Δημόκριτος τὰ μὲν ἀπλανῆ πρῶτον, μετὰ δὲ ταῦτα
4 τοὺς πλανήτας, ἐφ’ οἷς ἥλιος καὶ σελήνη. Πλάτων μετὰ
5 τοὺς ἀπλανεῖς λέγει πρῶτον φαίνοντα τοῦ Κρόνου, δεύτερον
6 φαέθοντα τοῦ Διὸς, τρίτον πυρόεντα τὸν τοῦ ἄρεως,
7 τέταρτον φωσφόρον τὸν τῆς ἀφροδίτης, πέμπτον στίλβοντα
8 τὸν τοῦ Ἑρμοῦ, ἕκτον ἡλίου, ἕβδομον σελήνης. τῶν
9 μαθηματικῶν τινὲς μὲν ὡς Πλάτων, τινὲς δὲ μέσον πάντων
10 τὸν ἥλιον. Ἀναξίμανδρος καὶ Μητρόδωρος Χῖος
11 καὶ Κράτης ἀνωτάτω μὲν πάντων τὸν ἥλιον τετάχθαι, μετὰ
12 δ’ αὐτὸν τὴν σελήνην, ὑπὸ δ’ αὐτοὺς τὰ ἀπλανῆ τῶν ἄστρων
13 καὶ τοὺς πλανήτας.


15  Περὶ τῆς τῶν ἀστέρων φορᾶς καὶ κινήσεως.


16 Ἀναξαγόρας καὶ Δημόκριτος καὶ Κλεάνθης ἀπὸ ἀνατολῶν
17 εἰς δυσμὰς φέρεσθαι τοὺς ἀστέρας νομίζουσιν. Ἀλκμαίων
18 καὶ οἱ μαθηματικοὶ τοὺς ἀστέρας τοὺς πλανήτας ἀπὸ 19.273
1 δυσμῶν εἰς ἀνατολὰς ἀντιφέρεσθαι. Ἀναξίμανδρος ὑπὸ τῶν
2 κύκλων καὶ τῶν σφαιρῶν ἐφ’ ὧν ἕκαστος βέβηκε φέρεσθαι.
3 Ἀναξιμένης ὁμοίαις ἐπὶ τὴν γῆν καὶ περὶ αὐτὴν στρέφεσθαι
4 τοὺς ἀστέρας. Πλάτων καὶ οἱ μαθηματικοὶ ἰσοδρόμους εἶναι
5 τὸν ἥλιον, τὸν φωσφόρον, τὸν στίλβοντα.


6 Πόθεν φωτίζονται οἱ ἀστέρες ;


7 Μητρόδωρος ἅπαντας τοὺς ἀστέρας ἀπλανεῖς καὶ πλανήτας
8 ὑπὸ τοῦ ἡλίου προσλάμπεσθαι. Ἡράκλειτος καὶ οἱ
9 Στωϊκοὶ τρέφεσθαι τοὺς ἀστέρας ἐκ τῆς ἐπιγείου ἀναθυμιάσεως.
10 Ἀριστοτέλης μὴ δεῖσθαι τὰ οὐράνια τροφῆς. οὐ γὰρ
11 φθαρτὰ, ἀλλ’ ἀΐδια. Πλάτων καὶ οἱ Στωϊκοὶ ὡς ὅλον τὸν
12 κόσμον καὶ τὰ ἄστρα ἐξ ἑαυτῶν τρέφεσθαι.


13 Περὶ τῶν ἀστέρων τῶν καλουμένων Διοσκούρων.


14 Ξενοφάνης τοὺς ἐπὶ τῶν πλοίων φαινομένους οἷον ἀστέρας
15 νεφέλην εἶναι κατὰ τὴν ποιὰν κίνησιν περιλάμπουσαν. 19.274
1 Μητρόδωρος τῶν ὁρώντων Ὀφθαλμῶν μετὰ δέους καὶ καταπλήξεως
2 στιλβηδόνα εἶναι.


3 Περὶ τῆς ἐπισημασίας τῶν ἀστέρων.


4 Πλάτων τὰς ἐπισημασίας τάς τε θερινὰς καὶ τὰς χειμερινὰς
5 κατὰ τὰς τῶν ἀστέρων ἐπιτολάς τε καὶ δυσμὰς γίνεσθαι
6 ἡλίου τε καὶ σελήνης καὶ τῶν ἄλλων πλανητῶν καὶ
7 ἀπλανῶν. Ἀναξιμένης δὲ, διὰ μηδὲν τούτων, ἀλλὰ δὲ διὰ
8 τὸν ἥλιον μόνον. Εὔδοξος καὶ Ἄρατος κοινῶς διὰ πάντας
9 τοὺς ἀστέρας ἐν οἷς φησιν.


10 Αὐτὸς γὰρ τάδε σήματ’ ἐν οὐρανῷ ἐστήριζεν.

11 Ἄστρα διακρίνας. ἐσκέψατο δ’ εἰς ἐνιαυτὸν

12 Ἀστέρας οἵ κε μάλιστα τετυγμένα σημαίνοιεν.