Κεφάλαιον λγʹ.
16 Εἰ τὸ ἔμβρυον ζῶον.
17
Πλάτων ζῶον εἶναι τὸ ἔμβρυον ὑπείληφε· καὶ γὰρ καὶ
18
κινεῖσθαι ἐν τῇ γαστρὶ καὶ τρέφεσθαι καὶ αὔξεσθαι. οἱ 19.330
1
Στωϊκοὶ μέρος εἶναι γαστρὸς τὸ ἔμβρυον, οὐ ζῶον· ὥσπερ
2
γὰρ τοὺς καρποὺς μέρη τῶν φυτῶν ὄντας πεπαινομένους
3
ἀποῤῥεῖν , οὕτω καὶ τὸ ἔμβρυον. Ἐμπεδοκλῆς μὴ
4
εἶναι μὲν ζῶον τὸ ἔμβρυον, ἀλλ’ ἔμπνουν ὑπάρχειν ἐν τῇ
5
γαστρί· πρώτην δὲ ἀναπνοὴν τοῦ ζώου γίγνεσθαι κατὰ τὴν
6
ἀποκύησιν τῆς μὲν εν τοῖς βρέφεσιν ὑγρασίας ἀποχώρησιν
7
λαμβανούσης, πρὸς δὲ τὸ παρακενωθὲν ἐπεισόδου τοῦ ἐκτὸς
8
ἀέρος γενομένης εἰς τὰ παρανοιχθέντα τῶν ἀγγείων. Διογένες
9
γεννᾶσθαι μὲν τὰ βρέφη ἄψυχα, ἐν θερμασία δὲ ὅθεν
10
τὸ ἔμφυτον θερμὸν εὐθέως προχυθέντος τοῦ βρέφους τὸ
11
ψυχρὸν εἰς τὸν πνεύμονα ἐφέλκεσθαι. Ἡρόφιλος κίνησιν
12
ἀπολείπει φυσικὴν τοῖς ἐμβρύοις οὐ πνευματικήν· τῆς δὲ
13
κινήσεως αἴτια νεῦρα· τότε δὲ ζῶα γίνεσθαι ὅταν προχυθέντα
14
προσλάβῃ τι τοῦ ἀέρος.
15 Πῶς τὰ ἔμβρυα τρέφεται.
16
Δημόκριτος καὶ Ἐπίκουρος τὸ ἔμβρυον ἐν τῇ μήτρᾳ
17
διὰ τοῦ στόματος τρέφεσθαι ὑπολαμβάνουσιν· ὅθεν εὐθέως 19.331
1
γενηθὲν ἐπὶ τὸν μαζὸν φέρεσθαι τῷ στόματι· εἶναι γὰρ καὶ
2
ἐν τῷ σώματι θηλάς τινας ἐπινεισμένας καὶ στόματα δι’
3
ὧν τρέφονται. οἱ Στωϊκοὶ διὰ τοῦ χορίου καὶ τοῦ ὀμφαλοῦ·
4
ὅθεν τοῦτον εὐθέως ἀποδεῖν τὰς μαιουμένας καὶ ἀνευρύνειν
5
τὸ στόμα, ἵνα διὰ τοῦ στόματος αἰσθητῶς τρέφεσθαι. Ἀλκμαίων
6
δι’ ὅλου τοῦ σώματος τρέφεσθαι· ἀναλαμβάνειν γὰρ
7
αὐτῷ ὥσπερ σπογγίαν τὰ ἀπὸ τῆς τροφῆς θρεπτικά.
8 Τί πρῶτον τελειοῦται τοῦ βρέφους.
9
Οἱ Στωϊκοὶ ἅμα ὅλον γίνεσθαι νομίζουσιν. Ἀριστοτέλης
10
πρῶτον τὴν ὀσφὺν ὥσπερ τρόπιν νέως. Ἀλκμαίων τὴν
11
κεφαλὴν ἐν ᾗ ἐστι τὸ ἡγεμονικόν. οἱ ἰατροὶ τὴν καρδίαν
12
ἐν ᾗ καὶ φλέβες καὶ ἀρτηρίαι· οἱ δὲ τὸν μέγαν δάκτυλον
13
τοῦ ποδός· οἱ δὲ τὸν ὀμφαλόν.