Κεφάλαιον λστʹ.
5 Ἐν πόσῳ χρόνῳ μορφοῦνται τὰ βρήφη ἐν τῇ γαστρὶ ὄντα.
6
Ἐμπεδοκλῆς ἐπὶ μὲν τῶν ἀνθρώπων ἄρχεσθαι τῆς διαρθρώσεως
7
ἀπὸ ἕκτης καὶ τριακοστῆς ἡμέρας, τελειοῦσθαι δὲ
8
τοῖς μορίοις ἀπὸ πεντηκοστῆς μιᾶς δεούσης. Ἀσκληπιάδης
9
δὲ ἐπὶ μὲν τῶν ἀῤῥένων διὰ τὸ θερμοτέραν εἶναι τὴν κρᾶσιν
10
τὴν διάρθρωσιν γίγνεσθαι ἀπὸ ἕκτης καὶ εἰκοστῆς, πληροῦσθαι
11
δὲ ἀπὸ τῆς πεντηκοστῆς· τῶν δὲ θηλειῶν ἐν δʹ
12
μησὶ γίνεσθαι τὴν διάρθρωσιν διὰ τὸ ἐνδεὲς τοῦ θερμοῦ·
13
τὰ δὲ τῶν ἀλόγων ζώων ὁλοτελῆ παρὰ τὰς συγκράσεις τῶν
14
στοιχείων.
15 Ἐκ πόσων στοιχείων συνίσταται ἕκαστον τῶν ἐν ἡμῖν μερῶν.
16
Ἐμπεδοκλῆς τὰς μὲν σάρκας γίγνεσθαι ἐκ τῆς ἰσοκρατείας
17
τῶν δʹ στοιχείων· τὰ δὲ νεῦρα ἐκ τοῦ πυρὸς καὶ γῆς 19.338
1
ὕδατος διπλασίου μιχθέντος· τοὺς δὲ ὄνυχας γίγνεσθαι τοῖς
2
ζώοις ἐκ τῶν νεύρων καθ’ ὃ τῷ ἀέρι συνέτυχε περιψυχθέντων
3
τῶν λοιπῶν στοιχείων· ὀστᾶ δὲ δοκεῖ μὲν ὕδατος καὶ
4
τῆς ἔσω γῆς, τεττάρων δὲ πυρὸς γῆς τούτων συγκραθέντων
5
μερῶν, ἱδρῶτα καὶ δάκρυον γίνεσθαι τηκομένου τοῦ αἵματος
6
καὶ περὶ τὸ λεπτύνεσθαι διαχεομένου.
7 Πῶς ἄρχεται τῆς τελειότητος ὁ ἄνθρωπος.
8
Ἡράκλειτος καὶ οἱ Στωϊκοὶ ἄρχεσθαι ἡμᾶς τῆς τελειότητος
9
περὶ τὴν βʹ ἑβδομάδα, περὶ ἣν ὁ σπερματικὸς κινεῖται
10
πόρος, καὶ γὰρ τὰ δένδρα, τελειοῦται ὅταν ἄρχηται καρπὸν
11
φέρειν, ἀτελῆ δέ ἐστι καὶ ἄωρα καὶ ἄκαρπα ὄντα.
12
Ἀριστοτέλης κατὰ τὴν αʹ ἑβδομάδα, καθ’ ἣν ἔννοια γίνεται
13
καλῶν τε καὶ αἰσχρῶν διδασκαλίας ἀρχή. ἕτεροι δὲ νομίζουσι
14
τελειοῦσθαι ἡμᾶς τῇ τρίτῃ ἑβδομάδι, ὅταν καὶ γένεια
15
ἔχωμεν καὶ τῇ ἰσχύι χρώμεθα.