Κεφάλαιον λζʹ.
2 Πῶς ὕπνος γίγνεται καὶ θάνατος.
3
Ἀλκμαίων ἀναχωρήσει τοῦ αἵματος εἰς τὰς ὁμόῤῥους
4
φλέβας ὕπνον γίγνεσθαι, τὴν δὲ ἐξέγερσιν διαχύσει· τὴν δὲ
5
παντελῆ ἀναχώρησιν διὰ τῆς ψύξεως θάνατον φέρειν. Ἐμπεδοκλῆς
6
τὸν μὲν ὕπνον κατάψυξιν τοῦ ἐν τῷ αἵματι θερμοῦ
7
σύμμετρον· ἀσύμμετρον δὲ τὸν ἐπαγγέλλειν θάνατον.
8
Πλάτων καὶ οἱ Στωϊκοὶ τὸν μέν ὕπνον γίγνεσθαι ἀνέσει τοῦ
9
αἰσθητικοῦ πνεύματος οὐ κατὰ ἀναχαλασμὸν καθάπερ ἐπὶ
10
τῆς γῆς, φερομένου δὲ ὡς ἐπὶ τὸ ἡγεμονικὸν μεσόφρυον,
11
ὅταν δὲ παντελὴς γίγνηται ἡ ἄνεσις τοῦ αἰσθητικοῦ πνεύματος
12
τότε θάνατον συμβαίνειν.
13 Πότερον τοῦ σώματος ὁ ὕπνος καὶ θάνατος ἢ
14 τῆς ψυχῆς.
15
Ἀριστοτέλης τὸν ὕπνον σώματος εἶναι καὶ ψυχῆς· αἴτιον
16
δὲ αὐτοῦ τὸ ἀναθυμιασθὲν ἀπὸ τοῦ θώρακος ὑγρὸν 19.340
1
εἰς τοὺς περὶ κεφαλὴν τόπους καὶ τῆς ὑποκειμένης τροφῆς
2
τὸ ἐν τῇ καρδίᾳ παραψυχθὲν θερμόν· θάνατον δὲ γίνεσθαι
3
διὰ τῆς παντελοῦς καταψύξεως. Ἀναξαγόρας κατὰ κόπον
4
τῆς σωματικῆς ἐνεργείας γίνεσθαι τὸν ὕπνον· σωματικὸν
5
γὰρ εἶναι τὸ πάθος οὐ ψυχικόν· εἶναι δὲ καὶ τῆς ψυχῆς
6
θάνατον διαχωρισμόν. Λεύκιππος οὐ μόνον σώματος γίνεσθαι,
7
ἀλλὰ κράσει τοῦ λεπτομεροῦς πλέονι τῆς ἐκκράσεως
8
τοῦ ψυχικοῦ θερμοῦ τὸν πλεονασμὸν αἰτίαν θανάτου· ταῦτα
9
δὲ εἶναι πάθη σώματος οὐ ψυχῆς. Ἐμπεδοκλῆς τὸν θάνατον
10
γεγενῆσθαι διαχωρισμὸν τοῦ πυρώδους ἐξ ὧν ἡ σύγκρισις
11
τῶ ἀνθρώπῳ συνεστάθη· ὥστε κατὰ τοῦτο κοινὸν εἶναι
12
τὸν θάνατον σώματος καὶ ψυχῆς· ὕπνον δὲ γίνεσθαι διαχωρισμόν
13
τινα τοῦ πυρώδους.