Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


Κεφάλαιον κβʹ.
11 Περὶ θαλάττης διὰ τί ἁλμυρά ἐστιν.


12 Ἀναξίμανδρος τὴν θάλασσάν φησιν εἶναι τῆς πρώτης
13 ὑγρασίας λείψανον, ἧς τὸ μὲν πλεῖον μέρος ἀνεξήρανε τὸ
14 πῦρ, τὸ δὲ ὑπολειφθὲν διὰ τὴν ἔκκαυσιν μετέβαλεν. Ἀναξαγόρας
15 τοῦ κατ’ ἀρχὴν λιμνάζοντος ὑγροῦ περικαέντος ὑπὸ
16 τῆς ἡλιακῆς περιφορᾶς καὶ τοῦ λιπαροῦ ἐξατμισθέντος εἰς
17 ἁλυκίδα καὶ πικρίαν τὸ λοιπὸν ὑποστῆναι. Ἐμπεδοκλῆς 19.299
1 ἱδρῶτα τῆς γῆς ἐκκαιομένης ὑπὸ τοῦ ἡλίου. Ἀντιφῶν ἱδρῶτα
2 θερμοῦ, ἐξ οὗ τὸ περιλειφθὲν ὑγρὸν ἀπεκρίθη τῷ καθεψηθῆναι
3 παρακυλίσασα, ὅπερ ἐπὶ παντὸς ἱδρῶτος συμβαίνει.
4 Μητρόδωρος διὰ τὸ διηθῆσαι διὰ τῆς γῆς μετειληφέναι
5 τοῦ περὶ αὐτὴν πάχους καθάπερ τὰ διὰ τῆς τέφρας ὑλιζόμενα.
6 οἱ ἀπὸ Πλάτωνος τοῦ στοιχειώδους ὕδατος τὸ μὲν
7 ἐξ ἀέρος κατὰ περίψυξιν συνιστάμενον γλυκὺ γίνεσθαι, τὸ
8 δ’ ἀπὸ τῆς γῆς κατὰ περίκαυσιν καὶ ἐκπύρωσιν ἀναθυμιώμενον
9 ἁλμυρόν.


10 Πῶς ἀμπώτιδες γίνονται καὶ πλημμυρίαι.


11 Ἀριστοτέλης ὑπὸ τοῦ ἡλίου τὰ πλεῖστα τῶν πνευμάτων
12 κινεῖσθαι καὶ περιφέρεσθαι, ὧν ἐμβαλόντων ἐνοιδεῖν τὴν
13 Ἀτλαντικὴν θάλασσαν καὶ κατασκευάζειν τὰς πλημμύρας·
14 ληγόντων δὲ καὶ ἀντιπερισπωμένην ὑποβαίνειν, ὅπερ εἶναι
15 τὴν ἄμπωσιν. Πυθέας Μασσιλιώτης τῇ πληρώσει τῆς
16 σελήνης τὰς πλημμύρας, τῇ δὲ ἐκλείψει τὰς ἀμπώτιδας.
17 Τίμαιος τοὺς ἐμβάλλοντας ποταμοὺς εἰς τήν Ἀτλαντικὴν
18 διὰ τῆς Κελτικῆς ὀρεινῆς αἰτιᾶται, προωθοῦντας μὲν τὰς 19.300
1 ἐφόδους καὶ πλημμυρίαν ποιοῦντας, ληγόντων δὲ τὰς ἀμπώτιδας
2 γίγνεσθαι.