Κεφάλαιον ιβʹ.
8 Περὶ οὐρανοῦ τίς τούτου ἡ οὐσία.
9
Ἀναξιμένης τὴν περιφορὰν τὴν ἐξωτάτην γηίνην εἶναι.
10
Ἐμπεδοκλῆς δὲ στερέμνιον τὸν οὐρανὸν ὑπάρχειν οἴεται ἐξ
11
ἀέρος συμπαγέντος ὑπὸ πυρὸς κρυσταλλοειδοῦς, τό τε πυρῶδες
12
καὶ ἀερῶδες ἑκάτερα τἀ ἡμισφαίρια περιέχειν. Ἀριστοτέλης
13
ἐν πέμπτου σώματος πυρινὸν εἶναι τὸν οὐρανὸν ἐκ
14
θερμοῦ καὶ ψυχροῦ συνεστῶτα.
15 Περὶ διαιρέσεως οὐρανοῦ.
16
Θαλῆς, Πυθαγόρας καὶ οἱ ἀπ’ αὐτοῦ μεμερίσθαι τὰς
17
τοῦ παντὸς οὐρανοῦ σφαίρας εἰς κύκλους πέντε, οὕστινας 19.270
1
προσαγορεύουσι ζώνας. καλεῖσθαι δὲ τὸν μὲν αὐτῶν ἀνταρκτικὸν
2
καὶ ἐμφανῆ, τὸν δὲ τροπικὸν θερινὸν, τὸν δὲ χειμερινὸν
3
τροπικὸν, τὸν δὲ ἰσημερινὸν, τὸν δὲ ἀνταρκτικὸν
4
ἀφανῆ. λοξὸν δὲ τοῖς τρισὶ μέσοις τὸν καλούμενον ζωδιακὸν
5
ὑποβεβλῆσθαι. Πυθαγόρας δὲ πρῶτος ἐπινενοηκέναι
6
λέγεται τὴν λόξωσιν τοῦ ζωδιακοῦ κύκλου, ἣν Οἰνοπίδης ὁ
7
Χῖος ὡς ἐπίνοιαν ἰδίαν σφετερίζεται.