Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


Κεφάλαιον ιαʹ.
8  Περὶ κόσμου.


9 Πυθαγόρας πρῶτος ὠνόμασε τὴν τῶν ὅλων περιοχὴν
10 κόσμον ἐκ τῆς ἐν αὐτῷ τάξεως. Θαλῆς ἕνα τὸν κόσμον.
11 Δημόκριτος καὶ Ἐπίκουρος καὶ τούτου καθηγητὴς Λεύκιππος
12 ἀπείρους κόσμους ἐν τῷ ἀπείρῳ κενῷ. Ἐμπεδοκλῆς
13 τὸν τοῦ ἡλίου δρόμον εἶναι περιγραφὴν τοῦ πέρατος
14 τοῦ κόσμου. οἱ Στωϊκοὶ διαφέρειν τὸ πᾶν καὶ τὸ ὅλον.
15 τὸ μὲν γάρ ἅπαν εἶναι σὺν τῷ κενῷ ἄπειρον, ὅλον δὲ
16 χωρὶς τοῦ κενοῦ τὸν κόσμον, ὥστε οὐ τὸ αὐτὸ εἶναι τὸ ὅλον
17 καὶ τὸν κόσμον.

19.264 
1 Περὶ σχήματος κόσμου.


2 Οἱ μὲν Στωικοὶ τὸν κόσμον σφαιροειδῆ, ἄλλοι κωνοειδῆ,
3 ἄλλοι ὠοειδῆ. Ἐπίκουρος ἐνδέχεσθαι τούτων ἕκαστον.


4 Εἰ ἔμψυχος κόσμος.


5 Οἱ μὲν ἅλλοι πάντες ἔμψυχόν τε τὸν κόσμον καὶ προνοίᾳ
6 διοικούμενον. Δημόκριτος δὲ καὶ Ἐπίκουρος καὶ ὅσοι
7 εἰσάγουσι τὰ ἄτομα καὶ τὸ κενὸν οὐδέτερον τούτων συγχωροῦσι,
8 φύσει δὲ τινι ἀλόγῳ διοικεῖσθαι. Ἀριστοτέλης οὔτε
9 ἔμψυχον εἶναι ὅλον δι’ ὅλον οὔτε αἰσθητικὸν οὔτε προνοίᾳ
10 διοικούμενον· τὰ μὲν γὰρ οὐράνια τούτων ἁπάντων μετέχειν·
11 σφαίρας γὰρ περιέχειν ἐμψύχους καὶ ζωτικούς. τὰ δὲ περὶ
12 γῆν μηδενὸς τούτων μετειληφέναι, τῆς δ’ εὐταξίας κατὰ
13 συμβεβηκὸς οὐ προηγουμένως μετέχειν.

19.265
1 Εἰ ἄφθαρτος κόσμος.


2 Τὸν Πυθαγόραν τε καὶ Πλάτωνα ὑπὸ θεοῦ γεγονέναι
3 τὸν κόσμον καὶ πάντας τοὺς διαδεδεγμένους τούτους ὑπολαμβάνειν
4  εἰρήκασι. καὶ εἶναι μὲν ὅσον ἐπὶ τῇ φύσει
5 φθαρτὸν, αἰσθητὸν ὑπάρχειν, οὐ μὴν φθαρησόμενον
6 προνοίᾳ τοῦ πεποιηκότος. Ἐπίκουρος δὲ καὶ οἱ Στωϊκοὶ
7 φθαρτὸν νομίζουσιν ὅτι γεννητὸς, ὡς ζῶον, ὡς φυτόν. Ἀριστοτέλης
8 δὲ τὸ ὑπὸ τὴν σελήνην μέρος παθητὸν καὶ φθαρτὸν,
9 ἐν ᾦ τὰ περίγεια κηραίνεται.


10 Πόθεν τρέφεται κόσμος;


11 Ἀριστοτέλης εἰ τρέφεται φθαρήσεσθαι νενόμικεν. οὐδέτερον
12 δὲ τούτων τῷ κόσμῳ συμβεβηκέναι. Πλάτων ἐκ
13 τοῦ φθίνοντος κατὰ μεταβολὴν τρέφεσθαι τοῦτόν φησι. Φιλόλαος
14 Πυθαγόρειος διττὴν εἶναι φθορὰν ὑπέλαβεν. τὸ
15 μὲν ἐξ οὐρανοῦ πυρὸς ῥυέντος, τὸ δ’ ἐξ ὕδατος σεληνιακοῦ
16 περὶ τοὺς ἀστέρας ὑπερχεόμενον· καὶ τούτων εἶναι τὰς
17 ἀναθυμιάσεις τροφὰς τοῦ κόσμου.

19.266
1 Ἀπὸ ποίου στοιχείου ἦρκται θεὸς κοσμοποιεῖν.


2 Οἱ φυσικοὶ ἀπὸ γῆς ἦρχθαι λέγουσιν αὐτὸν καθάπερ
3 ἀπὸ κέντρου. Πυθαγόρας δὲ ἀπὸ πυρός. Ἐμπεδοκλῆς τὸν
4 μὲν αἰθέρα πρῶτον διακριθῆναί φησι, δεύτερον δὲ πῦρ,
5 ἐφ’ γῆ ἐξενήνεκται, εἶτα ὕδωρ, ἐξ οὗ ἀποθυμιασθῆναι
6 τὸν ἀέρα. γενέσθαι δὲ τὸν μὲν οὐρανὸν ἐκ τοῦ ἀέρος, τὸν
7 δὲ ἥλιον ἐκ τοῦ πυρός. Πλάτων δὲ γεγονέναι τὸν κόσμον,
8 ἢν γίγνηται, πρὸς παράδειγμα τοῦ νοήματος, τοῦ δὲ ὁρατοῦ
9 πρότερον μὲν τὴν ψυχὴν, μετὰ δὲ ταύτην τοῦ σώματος εἶδος
10 γεγονέναι ἐκ τοὐ πυρὸς μὲν καὶ γῆς πρῶτον, ὕδατος δὲ
11 καὶ ἀέρος δεύτερον. Πυθαγόρας σώματα τῶν στερεῶν ᾠήθη,
12 ἅπερ καλεῖ μαθηματικά. ἐκ μὲν γὰρ τοῦ κύβου γεγονέναι
13 τὴν γῆν φησι, ἐκ δὲ τῆς πυραμίδος τὸ πῦρ, ἐκ δὲ
14 τοῦ ὀκταέδρου τὸν ἀέρα, ἐκ δὲ τοῦ εἰκοσαέδρου τὸ ὕδωρ,
15 ἐκ δὲ τοῦ δωδεκαέδρου τὴν τοῦ παντὸς σφαῖραν. Πλάτων
16 δὲ συμφέρεται καὶ ἐν τούτῳ τῷ Πυθαγόρᾳ.

19.267
1 Περὶ τάξεως τοῦ κόσμου.


2 Παρμενίδης στεφάνους εἶναι πεπλεγμένους ἐπ’ ἀλλήλους
3 τὴν μὲν ἐκ τοῦ ἀραιοῦ, τὴν δὲ ἐκ τοῦ πυκνοῦ, μικτὰς δὲ
4 ἀλλήλαις ἐκ φωτὸς καὶ σκότους μεταξύ τούτων, καὶ τὸ περίεχον
5 δὲ πάσας τείχους δίκην στερεὸν ὑπάρχειν. Λεύκιππος
6 καὶ Δημόκριτος χιτῶνα κύκλῳ καὶ ὑμένα περιτείνουσι τῷ
7 κόσμῳ. Ἐπίκουρος ἐνίων μὲν κόσμων ἀραιὸν τὸ πέρας,
8 ἐνίων δὲ πυκνόν· καὶ τούτων τὰ μέν τινα κινούμενα, τὰ δὲ
9 ἀκίνητα. Πλάτων πῦρ πρῶτον, εἶτα αἰθέρα, μεθ’ ὃν ἀέρα,
10 ἐφ’ ὕδωρ, τελευταίαν δὲ γῆν. ἐνίοτε δὲ τὸν αἰθέρα τῷ
11 πυρὶ συνάπτει. Ἀριστοτέλης πρῶτον μὲν ἀέρα ἀπαθῆ,
12 πεμπτὸν δέ τι σῶμα, μεθ’ παθητὰ πῦρ, ἀέρα,
13  ὕδωρ, τελευταίαν δὲ γῆν. τούτων δὲ τοῖς μὲν οὐρανίοις
14 ἀποδιδόναι τὴν κυκλικὴν κίνησιν, τῶν δὲ ὑπ’ ἐκεῖνα τεταγμένων
15 τοῖς μὲν κούφοις τὴν ἄνω, τοῖς δὲ βαρέσι τὴν κάτω.
16 Ἐμπεδοκλῆς μὴ διὰ παντὸς ἑστῶτας εἶναι μηδὲ ὡρισμένους
17 τοὺς τόπους τῶν στοιχείων ὑπείληφεν, ἀλλὰ πάντ’ ἄλλων
18 ἀντιλαμβάνειν.

19.268
1 Τίς αἰτία τοῦ τὸν κόσμον κλιθῆναι ;


2 Διογένης καὶ Ἀναξαγόρας μετὰ τὸ συστῆναι τὸν κόσμον
3 καὶ τὰ ζῶα ἐκ τῆς γῆς συμφῦναι τὸν κόσμον ἐκ τοῦ
4 αὐτομάτου εἰς τὸ μεσημβρινὸν κλιθῆναι ἴσως ὑπὸ προνοίας,
5 ἵνα τινὰ μὲν ἀοίκητα γένηται, τινὰ δὲ οἰκητὰ κατὰ
6 ψῦξιν καὶ ἐκπύρωσιν. Ἐμπεδοκλῆς τοῦ ἀέρος εἴξαντος τῇ
7 τοῦ ἡλίου ὁρμῇ ἐγκλιθῆναι τοὺς ἄρκτους· καὶ τὰ μὲν βόρεια
8 ὑψωθῆναι, τὰ δὲ νότια ταπεινωθῆναι, καθ’ καὶ τὸν ὅλον
9 κόσμον.


10 Περὶ τοῦ ἐκτὸς τοῦ κόσμου εἰ ἔστι κενόν.


11 Οἱ μὲν ἀπὸ Πυθαγόρου ἐκτὸς εἶναι τοῦ κόσμου κενὸν
12 εἰρήκασιν εἰς ἀναπνεῖ κόσμος καὶ ἐξ οὗ. οἱ δὲ Στωϊκοὶ
13 τὸ κενὸν εἶναι εἰς κατὰ τὴν ἐκπύρωσιν ἀναλύεται τὸ ἄπειρον.
14 Ποσειδώνιος οὐκ ἄπειρον, ἀλλ’ ὅσον αὔταρκες εἰς τὴν
15 διάλυσιν ἐν τῷ πρώτῳ περὶ κενοῦ. Πλάτων καὶ Ἀριστοτέλης
16 μήτε ἐκτὸς τοῦ κόσμου μήτε ἐντὸς εἶναι κενόν.

19.269
1 Τίνα δεξιὰ τοῦ κόσμου καὶ τίνα ἀριστερά.


2 Πυθαγόρας καὶ Πλάτων καὶ Ἀριστοτέλης δεξιὰ τοῦ
3 κόσμου ἔφασαν εἶναι τὰ ἑῶα, ἀφ’ ὧν ἀρχὴν εἶναι τῆς κινήσεως·
4 ἀριστερὰ δὲ τὰ ἑσπέρια. Ἐμπεδοκλῆς δὲ δεξιὰ
5 εἶναι τὰ κατὰ τῶν θερινῶν τροπῶν, ἀριστερὰ δὲ τὰ κατὰ
6 τῶν χειμερινῶν.