Κεφάλαιον ιηʹ.
15 Περὶ κομήτου καὶ διαττόντων ἀστέρων καὶ δοκίδων.
16
Τῶν Πυθαγορείων τινὲς μὲν ἀστέρα φασὶν εἶναι τὸν
17
κομήτην τῶν οὐκ ἀεὶ φαινομένων, διά τινος δὲ ὡρισμένου 19.286
1
χρόνου περιοδικῶς ἀνατελλόντων· ἄλλοι δὲ ἀνάκλασιν τῆς
2
ἡμετέρας ὄψεως πρὸς τὸν ἥλιον παραπλησίαν ταῖς κατοπτρικαῖς
3
ἐμφάσεσιν. Ἀναξαγόρας καὶ Δημόκριτος σύνοδον
4
ἀστέρων δυοῖν ἢ πλειόνων κατὰ συναυγασμόν. Ἀριστοτέλης
5
δὲ τῆς ξηρᾶς ἐν τῆς γῆς ἀναθυμιάσεως διάπυρον σύστασιν.
6
Στράτων ἄστρου φῶς περιληφθὲν νέφει πυκνῷ, καθάπερ
7
ἐπὶ τῶν λαμπτήρων γίνεται. Ἡρακλείδης ὀ Ποντικὸς νέφος
8
μετάρσιον ὑπὸ μεταρσίου φωτὸς καταυγαζόμενον· ὁμοίως δὲ
9
αἰτιολογεῖ πωγωνίαν, ἅλω, δοκίδα, κίονα καὶ τὰ συγγενῆ
10
τούτοις, καθάπερ ἀμέλει πάντες οἱ Περιπατητικοὶ παρὰ τοὺς
11
τοῦ νέφους ταύτῃ γίνεσθαι σχηματισμούς· Ἐπιγένης πνεύματος
12
ἀναφορὰν γεωμιγοῦς πεπυρωμένου. Βοηθὸς ἀέρος
13
ἀνειμένου φαντασίαν. Διογένης ἀστέρας εἶναι τοὺς κομήτας.
14
Ἀναξαγόρας τοὺς καλουμένους διάττοντας ἀπὸ τοῦ αἰθέρος·
15
σπινθήρων δίκην καταφέρεσθαι, διὸ καὶ παραυτίκα
16
κατασβέννυσθαι. Μητρόδωρος τὴν εἰς τὰ νέφη τοῦ ἡλίου
17
βίαιαν ἔμπτωσιν ὡς βέλος πολλάκις σπινθηρίζειν. Ξενοφάνης 19.287
1
πάντα τὰ τοιαῦτα τῶν νεφῶν πεπυρωμένων συστήματα
2
ἢ κινήματα.