Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


Κεφάλαιον ιζʹ.
7  Περὶ γαλαξίου.


8 γαλαξίας κύκλος ἐστὶ νεφελοειδὴς ἐν μὲν τῷ ἀέρι
9 διὰ παντὸς φαινόμενος, διὰ δὲ τὴν λευκόχροιαν ὀνομαζόμενος
10 γαλαξίας· καὶ τῶν Πυθαγορείων τινὲς ἀστέρος εἶναι
11 διάκαυσιν ἐκπεσόντος μὲν ἀπὸ τῆς ἰδίας ἕδρας, δι’ οὗ δὲ
12 ἐπέδραμε χωρίου κυκλοτερῶς αὐτὸ καταφλέξαντος ἐπὶ τοῦ
13 κατὰ Φαέθοντα ἐμπρησμοῦ διὰ τῆς ἐκείνου παρόδου· οἱ δὲ
14 ἡλιακὴν ταῦτά φασι κατ ἀρχὰς γεγονέναι δίοδον. τινὲς δὲ
15 τοῦτο μικρὰν εἶναι φαντασίαν τοῦ πλείονος οὐρανίου πυρὸς 19.285
1 πρὸς τὸν οὐρανὸν τὰς αὐγὰς ἀνακλῶντα· ὅπερ ἐπὶ τῶν τῆς
2 ἴριδος νεφῶν συμβαίνειν εἴωθεν. Μητρόδωρος διὰ τὴν πάροδον
3 τοῦ ἡλίου. τοῦτον γὰρ εἶναι τὸν ἡλιακὸν κύκλον.
4 Παρμενίδης τὸ τοῦ πυκνοῦ καὶ ἀραιοῦ μίγμα γαλακτοειδὲς
5 ἀποτελεῖ χρῶμα. Ἀναξαγόρας τὴν σκιὰν τῆς γῆς κατὰ τοῦτο
6 τὸ μέρος ἵστασθαι τοῦ οὐρανοῦ· ὅταν τὰ ὑπὸ τὴν γῆν
7 ἥλιος μὴ πάντῃ περιφωτίζῃ. Δημόκριτος πολλῶν καὶ μικρῶν
8 καὶ συνεχῶν ἀστέρων συμφωτιζομένων εἶναι ἀλλήλοις
9 συναυγασμόν. Ἀριστοτέλης ἀναθυμιάσεως ξηρᾶς ἔξαψιν πολλῆς
10 τε καὶ συνεχοῦς καὶ οὕτω κόμην πυρὸς ὑπὸ τὸν ἀέρα κατωτέρω
11 τῶν πλανητῶν φαίνεσθαι· οἱ Στωϊκοὶ τοῦ αἰθερίου
12 πυρὸς ἀραιότητα ἀνώτερον τῶν πλανητῶν. Ποσειδώνιος πυρὸς
13 σύστασιν ἄστρου μὲν λαμπρότερον, αὐγῆς δὲ πυκνότερον.