Κεφάλαιον ιεʹ.
10 Περὶ οὐσίας σελήνης.
11
Ἀναξίμανδρος κύκλον εἶναι ἐννεακαιδεκαπλασίονα τῆς
12
γῆς. Ξενοφάνης δὲ εἶναι νέφος πεπιλημένον. οἱ Στωϊκοὶ
13
μικτὴν εἶναι τὴν σελήνην ἐκ πυρὸς καὶ γεώδους ᾠήθησαν.
14
Πλάτων ἐκ πλείονος πυρός. Ἀναξαγόρας καὶ Δημόκριτος
15
στερέωμα διάπυρον, ἔχον ἐν ἑαυτῷ πεδία καὶ ὄρη καὶ φάραγγας.
16
Ἡράκλειτος, γῆν ὁμίχλῃ περιειλημμένην. Πυθαγόρας
17
κατὰ τὸ πυροειδὲς σῶμα σελήνης.
1 Περὶ μεγέθους σελήνης.
2
Οἱ Στωϊκοὶ μείζονα τῆς γῆς νομίζουσι τὴν σελήνην ὡς
3
καὶ τὸν ἥλιον. Παρμενίδης ἴσην τῷ ἡλίῳ καὶ ἐξ αὐτοῦ
4
φωτίζεσθαι.
5 Περὶ σχήματος σελήνης.
6
Οἱ Στωϊκοὶ τὴν σελήνην σφαιροειδῆ ὡς καὶ τὸν ἥλιον
7
νομίζουσιν. Ἡράκλειτος δὲ σκαφοειδῆ. Ἐμπεδοκλῆς δὲ
8
δισκοειδῆ, ἄλλοι δὲ κυλινδροειδῆ. σχηματίζεται δὲ ἡ σελήνη
9
ἑπταχῶς· ὅτε γὰρ τίκτεται, δοκεῖ φαίνεσθαι μηνοειδὴς, εἶτα
10
διχότομος, εἶτ’ ἀμφίκυρτος, εἶτα πανσέληνος, εἶτα πάλιν ἐπαναχωροῦσα
11
αὖθις γίνεται ἀμφίκυρτος, εἶτα διχότομος καὶ
12
ὕστερον μηνοειδὴς, εἶτ’ ἀφανὴς κατὰ τὴν καινήν. πλεῖστος
13
γίνεται περὶ αὐτῆς λόγος. λέγεται τοῦτον σχηματίζεσθαι
14
τὸν τρόπον, σκιαζούσης ἑκάστοτε τῆς γῆς πρῶτον μὲν κατὰ
15
τὸ μόριον ἑαυτῆς, ποτὲ δὲ κατὰ παντελὲς ὑποῤῥεούσης τῆς
16
σελήνης εἰς τὸ κοῖλον τῆς γῆς.
1 Περὶ φωτισμοῦ σελήνης.
2
Ἀναξίμανδρος ἴδιον ἔχειν αὐτὴν φῶς εἴρηκεν· ἀραιότερον
3
δέ πως. Ἀντιφῶν ἰδίῳ φέγγει λάμπειν τὴν σελήνην.
4
τὸ δὲ ἀποκρυπτόμενον περὶ αὐτὴν ὑπὸ τῆς προσβολῆς
5
τοῦ ἡλίου ἀμαυροῦσθαι· πεφυκότος τοῦ ἰσχυροτέρου
6
πυρὸς τὸ ἀσθενέστερον ἀμαυροῦν· ὃ δὴ συμβαίνει τὰ περὶ
7
τὰ ἄλλα ἄστρα. Θαλῆς καὶ οἱ ἀπ’ αὐτοῦ ὑπὸ τοῦ ἡλίου
8
φωτίζεσθαι τὴν σελήνην. Ἡράκλειτος τὸ αὐτὸ πεπονθέναι
9
τὸν ἥλιον καὶ τὴν σελήνην. σκαφοειδεῖς γὰρ ὄντας τοῖς
10
σχήμασι τοὺς ἀστέρας, δεχομένους δὲ τὰ ἀπὸ τῆς ὑγρᾶς
11
ἀναθυμιάσεως, αὐτὰ φωτίζεσθαι πρὸς τὴν φαντασίαν, λαμπρότερον
12
μὲν τὸν ἥλιον· ἐν καθαρωτέρῳ γάρ ἀέρι φέρεσθαι.
13
τὴν δὲ σελήνην ἐν θαλερωτέρῳ, διὰ τοῦτο καὶ ἀμαυροτέραν
14
φαίνεσθαι.
15 Περὶ ἐκλείψεως σελήνης.
16
Ἀναξίμανδρος μὲν ὑπέλαβε τοῦ στομίου τοῦ περὶ τὸν
17
τροχὸν ἐπιφραττομένου καὶ τὴν σελήνην ἐκλείπειν. Βήρωσσος
18
κατὰ τὴν πρὸς ἡμᾶς ἐπιστροφὴν τοῦ ἀπυρώτου μέρους. 19.282
1
Ἡράκλειτος κατὰ τὴν τοῦ σκαφοειδοῦς συστροφήν. τῶν
2
Πυθαγορείων δέ τινες κατὰ ἀνταύγειαν καὶ ἐπίφραξιν τῆς
3
τε γῆς καὶ ἀντίχθονος. Πλάτων δὲ καὶ Ἀριστοτέλης καὶ
4
οἱ Στωϊκοὶ καὶ οἱ μαθηματικοὶ τὰς μὲν μηνιαίας ἀποκρύψεις
5
συνοδεύουσαν αὐτὴν τῷ ἡλίῳ καὶ περιλαμπομένην ποιεῖσθαι,
6
τὰς δὲ ἐκλείψεις σκιαζομένην ὑπὸ τῆς γῆς μεταξὺ μὲν
7
ἀμφοτέρων τῶν ἄστρων γινομένης, μᾶλλον δὲ τῆς σελήνης
8
ἀντιφραττομένης.
9 Διὰ τί γεώδης φαίνεται ἡ σελήνη.
10
Οἱ Πυθαγόρειοι γεώδη φαίνεσθαι τὴν σελήνην οἴονται
11
διὰ τὸ περιοικεῖσθαι ταύτην ὑπὸ μειζόνων ζώων καὶ
12
φυτῶν καὶ καλλιόνων ἢ παρ’ ἡμῖν. εἶναι γὰρ πεντεκαιδεκαπλασίονα
13
τὰ ἐπ’ αὐτῆς ζῶα τῇ δυνάμει μηδὲν περιττωματικὸν
14
κοινὸν ἀποκρίνοντα· καὶ τὴν ἡμέραν τοσαύτην εἶναι
15
τῷ μήκει. Ἀναξαγόρας ἀνωμαλότητα τοῦ συγκρίματος διὰ
16
τὸ ψυχρομιγὲς ἅμα καὶ γεῶδες· περιμεμίχθαι δὲ τῷ πυρώδει 19.283
1
τὸ ζοφῶδες, ὅθεν ψευδοφανῆ λέγεσθαι τὸν ἀστέρα. οἱ
2
Στωϊκοὶ διὰ τὸ ἑτεροειδὲς τῆς οὐσίας μὴ εἶναι αὐτῆς ἀκήρατον
3
τὸ σύγκριμα.
4 Περὶ τῶν διαστημάτων τῆς σελήνης.
5
Ἐμπεδοκλῆς διπλάσιον ἀπέχειν τὴν σελήνην ἀπὸ τοῦ
6
ἡλίου ἤπερ ἀπὸ τῆς γῆς· οἱ μαθηματικοὶ ὀκτωκαιδεκαπλάσιον.
7
Ἐρατοσθένης τὸν ἥλιον ἀπέχειν τῆς γῆς σταδίων
8
μυριάδας τετρακοσίας καὶ στάδια ὀκτάκις μύρια· τὴν δὲ
9
σελήνην τῆς γῆς ἀπέχειν σταδίων μυριάδας ἑβδομηκονταοκτώ.