Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


Κεφάλαιον κζʹ.
16 Περὶ φωνῆς.


17 Πλάτων φωνὴν ὁρίζεται πνεῦμα διὰ στόματος ἀπὸ
18 διανοίας ἠγμένον καὶ πληγὴν ὑπ’ ἀέρος δι’ ὤτων καὶ ἐγκεφάλου 19.311
1 καὶ αἵματος μέχρι ψυχῆς διαδιδομένην. [λέγεται δὲ
2 καὶ καταχρηστικῶς ἐπὶ τῶν ἀλόγων ζώων φωνὴ καὶ τῶν
3 ἀψύχων ὡς χρεμετισμοὶ καὶ ψόφοι· κυρίως δὲ φωνὴ ἔναρθρός
4 ἐστιν ὡς φωτίζουσα τὸ νοούμενον. Ἐπίκουρος τὴν
5 φωνὴν εἶναι ῥεῦμα ἐκπεμπόμενον ἀπὸ τῶν φωνούντων
6 ἠχούντων ψοφούντων· τοῦτο δὲ τὸ ῥεῦμα εἰς ὁμοιοσχήμονα
7 θρύπτεσθαι θραύσματα· ὁμοιοσχήμονα δὲ λέγεται τὰ
8 στρογγύλα τοῖς στρογγύλοις καὶ σκαληνὰ καὶ τρίγωνα τοῖς
9 ὁμοιογενέσι· τούτων δ’ ἐμπιπτόντων ταῖς ἀκοαῖς ἀποτελεῖσθαι
10 τὴν αἴσθησιν τῆς φωνῆς· φανερὸν δὲ τοῦτο γίνεσθαι
11 ἀπὸ τῶν ἀσκῶν ἐκρεόντων καὶ τῶν ἐκφυσώντων κναφέων
12 τοῖς ἱματίοις. Δημόκριτος καὶ τὸν ἀέρα φησὶν εἰς ὁμοιοσχήμονα
13 θρύπτεσθαι σώματα καὶ συγκαλινδεῖσθαι τοῖς ἐκ
14 τῆς φωνῆς θραύσμασι· κολοιὸς οὖν παρὰ κολοιὸν ἱζάνει καὶ
15 ἀεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον· καὶ γὰρ ἐν τοῖς
16 αἰγιαλοῖς αἱ ὅμοιαι ψῆφοι κατὰ τοὺς αὐτοὺς τρόπους ὁρῶνται
17 κατ’ ἄλλο μὲν αἱ σφαιροειδεῖς, κατ’ ἄλλο δὲ αἱ ἐπιτιμήκεις·
18 καὶ ἐπὶ τῶν κοσκινιζόντων δὲ ἐπὶ τὸ αὐτὸ συναυλίζεται 19.312
1 τὰ ὁμοιοσχήμονα, ὥστε χωρὶς εἶναι τοὺς κυάμους καὶ
2 ἐρεβίνθους· ἔχοι δ’ ἄν τις πρὸς τούτοις εἰπεῖν· πῶς ὀλίγα
3 θραύσματα πνεύματα μυρίανδρον ἐκπληροῖ θέατρον.] οἱ
4 δὲ Στωϊκοί φασι τὸν ἀέρα μὴ συγκεῖσθαι ἀπὸ θραυσμάτων,
5 ἀλλὰ συνεχῆ εἶναι δι’ ὅλου μηδὲν κενὸν ἔχοντα, ἐπειδὰν δὲ
6 πληγῇ τῷ πνεύματι, κυματοῦται κατὰ κύκλους ὀρθοὺς εἰς
7 ἄπειρον, ἕως πληρώσῃ τὸν περικείμενον ἀέρα ὡς ἐπὶ τῆς
8 κολυμβήθρας πληγείσης λίθῳ ἐνκινουμένης μὲν αὐτῆς κυκλοειδῶς,
9 τοῦ δ’ ἀέρος σφαιροειδῶς. Ἀναξίμανδρος τὴν
10 φωνὴν γίνεσθαι πνεύματος ἐμπεσόντος μὲν στερεμνίῳ ἀέρι,
11 τῇ δ’ ὑποστροφῇ τῆς πλήξεως μέχρι τῶν ἀκοῶν προσενεχθέντος,
12 καθ’ καὶ τὴν λεγομένην ἠχὼ γίνεσθαι.


13 Εἰ ἀσώματος φωνὴ καὶ πῶς ἦχος γίνεσθαι.


14 Πυθαγόρας καὶ Πλάτων καὶ Ἀριστοτέλης ἀσώματον
15 εἶναι τὴν φωνὴν ὑπολαμβάνουσιν. οὐ γὰρ τὸν ἀέρα, ἀλλὰ
16 τὸ σχῆμα τὸ περὶ ἀέρα καὶ τὴν ἐπιφάνειαν κατὰ ποιὰν
17 πληγὴν γίνεσθαι φωνήν· πᾶσα δὲ ἐπιφάνεια ἀσώματος· 19.313
1 συγκινεῖται μὲν γὰρ τοῖς σώμασιν, αὐτὴ δὲ ἀσώματος παντὸς
2 καθέσηκεν· ὥσπερ ἐπὶ τῆς καμπτομένης ῥάβδου μὲν
3 ἐπιφάνεια οὐδὲ πάσχει, δὲ ὕλη ἐστὶν καμπτομένη· οἱ
4 δὲ Στωϊκοὶ σῶμα εἶναι τὴν φωνήν· πᾶν γὰρ τὸ ποιοῦν καὶ
5 δρώμενον σῶμα εἶναι. καὶ γὰρ φωνὴ καὶ δρᾷ καὶ ποιεῖ,
6 ἀκούομεν γὰρ αὐτῆς καὶ αἰσθανόμεθα προσπιπτούσης τῇ.
7 ἀκοῇ καὶ ἐκτυπούσης καθάπερ δακτύλιον εἰς κηρόν· ἔτι
8 πᾶν τὸ κινοῦν καὶ ἐνοχλοῦν σῶμά ἐστι· κινεῖ δ’ ἡμᾶς
9 εὐμουσία, ἐνοχλεῖ δὲ ἀμουσία· ἔτι πᾶν τὸ κινούμενον σῶμά
10 ἐστι. κινεῖται δὲ φωνὴ καὶ  ἐμπίπτει εἰς τοὺς λείους
11 τόπους καὶ ἀντανακλᾶται καθάπερ ἐπὶ τῆς σφαίρας τῆς
12 βαλλομένης εἰς τεῖχος· ἐν γοῦν ταῖς κατ’ Αἴγυπτον πυραμίσιν
13 ἔνδον φωνὴ μία ῥηγνυμένη τέτταρας καὶ πέντε ἤχους
14 ἀπεργάζεται.