Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


Κεφάλαιον ζʹ.
2 Περὶ κόσμου.


3 Οἱ μὲν ἀπὸ τῆς στοᾶς ἕνα κόσμον εἰρήκασι καὶ τοῦτον
4 τὸ πᾶν καὶ σωματικόν. Ἐμπεδοκλῆς δὲ κόσμον ἕνα,
5 οὐ μέντοι τὸ πᾶν εἶναι τὸν κόσμον, ἀλλὰ ὀλίγον τι τοῦ
6 παντὸς μέρος, τὸ δὲ λοιπὸν ὕλην. Πλάτων δὲ ἕνα φησὶ
7 καὶ ἓν τὸ πᾶν εἶναι ἐκ τοῦ μὴ εἶναι τέλειον, ἐὰν μὴ πάντα
8 περιέχῃ, ἐκ τοῦ μὴ ἔσεσθαι ὅμοιον τῷ παραδείγματι τουτέστι
9 τῷ θνητῷ κόσμῳ ἐὰν μὴ μονογενὴς , ἐκ τοῦ μὴ
10 ἔσεσθαι αἰώνιον εἰ τὸ ἐλλιπές τι ἔχει. Μετρόδωρος καθηγητὴς
11 ἐπικούρου φησὶν ἄτοπον εἶναι ἐν μεγάλῳ πεδίῳ
12 ἕνα ἄσταχυν γεννηθῆναι καὶ ἕνα κόσμον ἐν τῷ ἀπείρῳ· ὅτι
13 δὲ ἄπειρος κατὰ τὸ πλῆθος δῆλον ἐκ τοῦ ἄπειρα τὰ αἴτια
14 εἶναι. εἰ γὰρ κόσμος πεπερασμένος, τὰ δ’ αἴτια πάντα
15 ἄπειρα, ἐξ ὧν δὲ κόσμος γέγονεν, ἀνάγκη ἀπείρους εἶναι.
16 ὅπου γὰρ τὰ αἴτια πάντα, ἐκεῖ καὶ ἀποτελέσματα. αἴτια δὲ
17 ἤτοι αἱ ἄτομοι καὶ τὰ στοιχεῖα.

19.250
1 Πῶς συνέστηκεν κόσμος.


2 Συνέστηκε τοίνυν κόσμος περικεκλεισμένως ἐσχηματισμένος
3 τὸν τρόπον τοῦτον τῶν βαρυτάτων σωμάτων φερομένων
4 εἰς τὸ κάτω, τῶν δὲ κούφων εἰς τὸ ἄνω, φερομένων
5 δὲ πέριξ ἐκ τούτων συνηρμοσμένων.