Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


Κεφάλαιον στʹ.
10  Περὶ διαφορᾶς ἀρχῆς καὶ αἰτίας.


11 Ἀρχὴν δὲ καὶ αἰτίαν τινὲς μὲν ᾠήθησαν μηδὲν ἀλλήλων
12 διαφέρειν, τινὲς δὲ τὴν ἀρχὴν καθηγητικὴν πάντων
13 εἶναι νομίζουσιν οὐκ αἰτίαν οὖσαν τοῦ παντὸς ἐπιτελέσματος.
14 ἀλλὰ τὸ δὲ ἐν ἑκάστῳ τρόπῳ γίγνεται τὰ ἀποτελέσματα.
15 αἴτια δὲ ὑπέθεντο τέσσαρα, προκαταρκτικὸν τὸ
16 χωριστὸν ἀπὸ τοῦ ἀποτελέσματος καὶ τοῦτο, πεποίηκε 19.245
1 παραμένει. συμπλεκτικὸν ὅπερ τὸ ἔργον μὴ ἀπολείπει καὶ
2 οὗ παρόντος τὸ ἀποτέλεσμα πάρεστι καὶ πεπαυμένου παρεναλλάττεται
3 καὶ αὐξομένου εἰς ἐπίδοσιν πρόεισι καὶ μειουμένου
4 ἐλαττοῦται. αὐτοτελὲς τὸ αὐτὸ μόνον ἀποτελοῦν. καὶ
5 συναίτιον μὲν ὑπὸ τὴν ἴσην δύναμιν συμβάλλεται πρὸς
6 τὸ ἀποτέλεσμα, ὡς ἐπὶ γῶν ἀροτικῶν  συνεργεῖν δοκεῖ
7 τὸ μικρὰν ῥοπὴν πρὸς τὸ ἀποτέλεσμα εἰσάγον, ὡς καταδεῖν
8 δυοῖν βοοῖν· ἀλλὰ δὲ βουκόλος ἀρότης ῥᾷον γεωργήσει
9 καὶ τὴν γεωργίαν διατελέσει, εἰ τρίτος ἐπήγετο συνεπικουφίζων.
10


11 Περὶ διαφορᾶς στοιχείων καὶ ἀρχῆς.


12 Τῶν ἀπὸ Ἰωνίας φιλοσόφων οὐδὲν διαλλάττειν αὐτὰ
13 νομιζόντων Πλάτων πλεῖστον διενηνοχέναι ταῦτα κέκρικε
14 τῆς μὲν ἀρχῆς. καὶ γὰρ οὐδὲν εἶναι πρότερον ἀφ’ ἧς γεννᾶσθαι
15 ταῦτα συμβέβηκε. τῶν δὲ στοιχείων προτέραν εἶναι
16 τὴν ἀειδῆ καὶ ἄμορφον οὐσίαν. ἣν οἱ μὲν ἄποιον ὕλην
17 ὀνομάζουσιν, οἱ δὲ ἐντελέχειαν καὶ στέρησιν. ἔτι δὲ τὰ μὲν 19.246
1 στοιχεῖα οἱ μὲν σύνθετα καὶ ἀποτελέσματα. τὴν δ’ ἀρχὴν
2 οὐδετέραν τούτων ὑπάρχειν. ὥστ’ εἰκότως Πλάτων
3 τὴν ἐν τούτοις παραλλαγὴν κατειληφὼς ἀποφαίνεται.


4 Περὶ φύσεως.


5 Φύσιν τινὲς εἶναι λέγουσι πνεῦμα ἔντεχνον, ὁδοποιητικόν.
6 ἄλλοι δὲ τὴν τῶν σωμάτων σύγκρισιν εἶναι καὶ διάκρισιν
7 τὴν φύσιν ὑπολαμβάνουσιν. Ἀριστοτέλης δὲ ἀρχήν
8 τε κινήσεως καὶ ἠρεμίας εἴρηκεν, ἐν ὑπάρχει πρώτως καθ’
9 αὑτὸ καὶ μὴ κατὰ συμβεβηκὸς γεγενῆσθαι νομίζων. φυσικὰ
10 δὲ εἶναι λέγει τά στοιχεῖα τέσσαρα καὶ τὰ ἐξ αὐτῶν γιγνόμενα
11 ζῶα, φυτὰ, μέταλλα καὶ τὰ περὶ τὸν ἀέρα, ὄμβρους
12 καὶ τὰ τοιαῦτα.


13 Περὶ κινήσεως.


14 Τὴν κίνησιν σχεδὸν τῶν φιλοσόφων πάντες οἱ ἀκριβέστατοι
15 γίνεσθαι νομίζουσιν. τὴν μὲν γὰρ τοπικὴν μετάβασιν,
16 ὅταν τι ἀπὸ τόπου εἰς τόπον ἕτερον φαίνηται μεταβαῖνον 19.247
1 , τὴν δὲ φυσικὴν ὅταν εἰς ἕτερον ἐξ ἑτέρου γινόμενον
2 ἀποφαίνωνταί τινες. τρίτον δὲ τὴν γένεσιν ὅταν ἐξ
3 οὐκ ὄντων γένηταί τι. τὴν διαφθορὰν ὅταν ἐξ ὄντος πρὸς
4 τὸ μὴ εἶναι καθίσταται, καθάπερ ἐπὶ τῶν ἀπογινομένων
5 ζώων. τὴν δ’ αὐξητικὴν ὅταν τι ἀπὸ βράχεος πρὸς τὸ
6 μεῖζον μέτεισι. τὴν δὲ μειωτικὴν ὅταν ἐκ μείζονος βραχύνηται
7 τι καὶ πρὸς ἔλαττον μεθαρμόζηται.


8 Περὶ σωμάτων.


9 Σῶμα τινῶν ὑπολαβόντων τὸ εἴτε ποιεῖν εἴτε πάσχειν,
10 ἕτεροι τὸ τριχῆ διαστατὸν μετὰ ἀντιτυπίας τὸ σῶμα καθεστάναι
11 φασίν. εἶναι μὲν γὰρ σημεῖον οὗ μέρος οὐδέν. τὴν
12 δὲ γραμμὴν μῆκος ἀπλατές. ἐπιφάνειαν δὲ τὸ μήκους καὶ
13 πλάτους μετέχον. τοῦτο δὲ, ὁπόταν βάθους προσλάβῃ,
14 σῶμα νομίζουσιν εἶναι. τινὲς δὲ τὰ πέρατα σώματα εἶναι
15 ὑπειλήφασιν.

19.248
1 Περὶ σχήματος.


2  Σχῆμά ἐστιν ἐπιφάνεια καὶ περιγραφὴ καὶ πέρας σώματος.
3 τῶν δὲ σχημάτων τὰ μὲν στρογγύλα, τὰ δὲ γωνιώδη,
4 ὧν σχεδὸν ἄπειρος ποικιλία.


5  Περὶ ἰδέας.


6 Ἰδέα ἐστὶν οὐσία ἀσώματος, αἰτία τῶν οἷά ἐστιν αὐτὴ
7 καὶ παράδειγμα τῶν κατὰ φύσιν ἐχόντων αἰσθητῶν ὑποστάσεων,
8 αὐτὴ μὲν οὐκ ὑφεστῶσα καθ’ ἑαυτὴν, ἐνεικονίζουσα
9 δὲ τὰς ἀμόρφους ὕλας καὶ αἰτία γιγνομένη τῆς τούτων διατάξεως.
10 Πλάτων δὲ συγχωρεῖ ὅσον δυνατὸν, ὅτι ἐν τοῖς
11 νοήμασι καὶ ταῖς φαντασίαις δεῖ ζητεῖν ἰδέας τοῦ θεοῦ.
12 Ἀριστοτέλης δὲ εἴδη μὲν καὶ ἰδέας ἀπέλιπεν, οὐ μὴν κεχωρισμένας
13 τῆς ὕλης. οἱ δὲ Στωϊκοὶ ἐννοήματα ἡμέτερα τὰς
14 ἰδέας εἶναι νομίζουσι.

19.249