Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


Κεφάλαιον ιδʹ.
14  Περὶ οὐσίας ἡλίου.


15 Ἀναξίμανδρος τὸν κύκλον αὐτοῦ εἶναι ὀκτωκαιεικοσαπλασίονα
16 τῆς γῆς ἁρματείου τροχοῦ τὴν ἀψῖδα παραπλήσιον 19.275
1 ἔχοντα κοίλην καὶ πλήρη πυρὸς κατά μέρος διὰ στομίου
2 τὸ πῦρ ὡς δι’ αὐλοῦ πρὸς ἡμᾶς ἐκπέμπεσθαι καὶ τοῦτ’ εἶναι
3 τὸν ἥλιον. Ξενοφάνης ἐκ τῶν ξηρῶν ἀτμῶν τὰ πυρίδιά
4 τινα συνέρχεσθαι, εἰς τὸ ἕν σῶμα καθεστηκότα τὸν
5 ἥλιον συνιστῶσι· τὸν ἥλιον ἀναπτομένην νεφέλην. οἱ
6 Στωϊκοὶ ἄναμμα νοερὸν ἐκ θαλάσσης. Πλάτων ἐκ πλείστου
7 πυρός. Ἀναξαγόρας καὶ Δημόκριτος καὶ Μητρόδωρος μύδρον
8 ἢ πέτρον διάπυρον. Ἀριστοτέλης σφαῖραν ἐκ τοῦ
9 πέμπτου σώματος. Φιλόλαος Πυθαγόρειος ὑαλοειδῆ δεχόμενον
10 μὲν τοῦ ἐν τῷ κόσμῳ πυρὸς τὴν αὐτάγειαν, διηθοῦντα
11 δὲ πρὸς ἡμᾶς τὸ φῶς· ὥστε τρεῖς εἶναι ἐν τῷ ἡλίῳ
12 διαφοράς· τὸ ἐν τῷ οὐρανῷ πυρῶδες καὶ τὸ ἀπ’ αὐτοῦ
13 πυροειδὲς ἀπὸ τοῦ ἐσόπτρου κατὰ τὴν ἀνάκλασιν. τρίτον
14 τὴν ἀπὸ τοῦ ἐσόπτρου κατὰ ἀνάκλασιν διασπειρομένην πρὸς
15 ἡμᾶς. καὶ γάρ τὸ φῶς αὐτὸν τὸν ἥλιον ὀνομάζομεν, ὥσπερ
16 τὸ εἴδωλον τοῦ εἰδώλου. Ἐμπεδοκλῆς δύο ἡλίους τὸν μὲν
17 ἀρχέτυπον, πῦρ ἐν τῷ ἑτέρῳ ἡμισφαιρίῳ τοῦ κόσμου πεπληρωκὸς
18 τὸ ἡμισφαίριον, ἀεὶ καταντικρὺ τῇ ἀνταυγείᾳ ἑαυτοῦ 19.276
1 τεταγμένον· τὸν δὲ φαινόμενον, ἀνταύγειαν ἐν τῷ ἑτέρῳ
2 ἡμισφαιρίῳ τῷ τοῦ ἀέρος τοῦ θερμομιγοῦς πεπληρωμένῳ
3 ἀπὸ κυκλοτεροῦς τῆς γῆς. κατ’ ἀνάκλασιν ἐγγινομένην εἰς
4 τὸν ἥλιον κρυσταλλοειδῆ, συμπεριελκομένην δὲ τῇ κινήσει
5 τοῦ πυρίνου· ὡς δὲ βραχέως εἰρῆσθαι συντεμόντα ἀνταύγειαν
6 εἶναι τοῦ περὶ τὴν γῆν πυρὸς τὸν ἥλιον. Ἐπίκουρος
7 γήϊνον πύκνωμα κισσηροειδὲς ταῖς κατατρήσεσιν ὑπὸ τοῦ
8 πυρὸς ἀνημμένον. Ἡράκλειτος ἄναμμα ἐν μὲν ταῖς ἀνατολαῖς
9 τὴν ἔξαψιν ἔχον, τὴν δὲ σβέσιν ἐν ταῖς δυσμαῖς.


10 Περὶ μεγέθους ἡλίου.


11 Ἀναξίμανδρος τὸν μὲν ἤλιον ἴσον εἶναι τῇ γῇ· τὸν δὲ
12 κύκλον ἀφ’ οὗ τὴν ἐκπνοὴν ἔχει καὶ ἐφ’ οὗ φέρεται ἑπτάκις
13 καὶ εἰκοσαπλασίονα τῆς γῆς. Ἀναξαγόρας πολλαπλασίονα
14 Πελοποννήσου. Ἡράκλειτος εὖρος ποδὸς ἀνθρωπείου. Ἐπίκουρος
15 ὅτι τοιοῦτος, οἶος φαίνεται, μικρῷ μείζων
16 ἐλάττων.

19.277
1 Περὶ σχήματος ἡλίου.


2 Ἀναξιμένης πλατὺν εἶναι τὸν ἥλιον οἷον πέταλον. Ἡράκλειτος
3 σκαφοειδῆ ὑπόκυρτον. οἱ Στωϊκοὶ σφαιροειδῆ ὡς
4 τὸν οὐρανὸν καὶ τὰ ἄστρα. Ἐπίκουρος ἐνδέχεσθαι τὰ προειρημένα
5 πάντα.


6 Περὶ τροπῶν ἡλίου.


7 Ἀναξιμένης ὑπὸ πεπυκνωμένου ἀέρος καὶ ἀντιτύπου
8 ἐξωθεῖσθαι τὰ ἄστρα. Ἀναξαγόρας ἀπὸ τοῦ πρὸς ταῖς
9 ἄρκτοις ἀέρος τῆς πυκνώσεως, ὃν ἥλιος συνωθῶν ἰσχυρότερον
10 ποιεῖ. Ἐμπεδοκλῆς ὑπὸ τῆς περιεχούσης αὐτὸν
11 σφαίρας κωλυόμενον μέχρι πόλων εὐθυπορεῖν καὶ ὑπὸ τῶν
12 τροπικῶν κύκλων εἰργόμενον. Διογένης ὑπὸ τοῦ ἀντιπίπτοντος
13 τῇ θερμότητι ψύχους σβέννυσθαι τὸν ἥλιον. οἱ
14 Στωϊκοὶ κατὰ τὸ διάστημα τῆς ὑποτιθεμένης τροφῆς διΐέναι
15 τὸν ἥλιον. ὠκεανὸν δὲ καὶ τὴν θάλασσαν παρέχειν τῷ ἡλίῳ
16 τροφὴν τὴν αὐτοῦ ὑγρότητα ἔχουσαν  ἐν αὐτῷ καὶ τὴν
17 γεώδη ἀναθυμίασιν. Πλάτων, Πυθαγόρας καὶ Ἀριστοτέλης 19.278
1 περὶ τὴν λόξωσιν τοῦ ζωδιακοῦ κύκλου, δι’ οὗ φέρεται λοξοπορῶν
2 ἥλιος καὶ κατὰ δορυφορίαν τῶν τροπικῶν κύκλων·
3 ταῦτα δὲ πάντα καὶ σφαῖρα δείκνυσιν.


4 Περὶ ἐκλείψεως ἡλίου.


5 Θαλῆς πρῶτος εἶπεν ἐκλείπειν τὸν ἥλιον τῆς σελήνης
6 αὐτὸν ὑπερχομένης κατὰ καθετὸν οὔσης φύσει γεώδους·
7 βλέπεσθαι δὲ τοῦτο κατοπτρικῶς ὑποτιθεμένῳ τῷ δίσκῳ.
8 Ἀναξίμανδρος τοῦ στόματος τῆς τοῦ πυρὸς διεκπνοῆς ἀποκλειομένου.
9 Ἡράκλειτος κατὰ τὴν τοῦ σκαφοειδοῦς στροφὴν
10 ὥστε τὸ μὲν κοῖλον ἄνω γίνεσθαι, τὸ δὲ κυρτὸν κάτω
11 πρὸς τὴν ἡμετέραν ὄψιν. Ξενοφάνης κατὰ σβέσιν τὴν ἔκλειψιν
12 γίνεσθαι, ἕτερον δὲ πάλιν πρὸς ταῖς ἀνατολαῖς ἐξάπτεσθαι.
13 παριστόρηκε δὲ καὶ ἔκλειψιν ἡλίου ἐφ’ ὅλον μῆνα
14 καὶ πάλιν ἔκλειψιν ἐντελῆ, ὥστε τὴν ἡμέραν ἀφανῆ εἶναι.
15 ἀρίσταρχος κατὰ τῆς γῆς σκιάζεσθαι τὸν δίσκον τοῦ ἡλίου.
16 Ξενοφάνης πολλοὺς εἶναι ἡλίους καὶ σελήνας κατὰ κλίματα
17 τῆς γῆς καὶ ἀποτομὰς καὶ ζώνας. κατά τινα δὲ καιρὸν 19.279
1 ἐμπίπλειν τὸν δίσκον εἰς τινὰ ἀποτομὴν τῆς γῆς οὐκ οἰκουμένην
2 ὑφ’ ἡμῶν καὶ οὕτως ὥσπερ κενεμβατοῦντα ἔκλειψιν
3 ὑπομένειν. δ’ αὐτὸς τὸν ἥλιον εἰς ἄπειρον μὲν προΐέναι,
4 δοκεῖν δὲ κυκλεῖσθαι διὰ τὴν ἀπόστασιν. ἔνιοι νεφῶν πύκνωσιν
5 τῶν ἀοράτως ἐπερχομένων τῷ δίσκῳ. ἀρίσταρχος
6 τὸν ἥλιον ἵστησι μετὰ τῶν ἀπλανῶν, τὴν δὲ σελήνην κινεῖ
7 περὶ τὸν ἡλιακὸν κύκλον καὶ κατὰ τὰς ταύτης ἐγκλίσεις
8 σκιάζεσθαι τὸν δίσκον.