Κεφάλαιον λεʹ.
10 Πῶς ἐγένετο τὰ ζῶα καὶ εἰ φθαρτά.
11
Ἐπίκουρος εἰ ἐγένετο ὁ κόσμος καὶ τὰ ζῶα γεννητὰ
12
καὶ φθαρτὰ καὶ εἰ ἀγέννητος ἐκ μεταβολῆς τῶν ἀλλήλων
13
γίγνεσθαι· μέρη γὰρ εἶναι τοῦ κόσμου ταῦτα, ὡς Ἀναξαγόρας
14
καὶ Εὐριπίδης, ἰλὺς δὲ οὐδὲν τῶν γιγνομένων φθείρεται,
15
διακρινόμενα δὲ ἄλλο πρὸς ἄλλο μορφὰς ἑτέρας ἐπέδειξεν. 19.335
1
Ἀναξίμανδρος ἐν ὑγρῷ γεννηθῆναι τὰ πρῶτα ζῶα
2
φλοιοῖς περιεχόμενα ἀκανθώδεσι, προσβαινούσης δὲ τῆς ἡλικίας
3
ἀποβαίνειν ἐπὶ τὸ ξηρότερον καὶ περιῤῥηγνυμένου τοῦ
4
φλοιοῦ ἐπ’ ὀλίγον χρόνον μεταβιῶναι. Ἐμπεδοκλῆς τὰς
5
πρώτας γενέσεις τῶν ζώων καὶ φυτῶν μηδαμῶς ὁλοκλήρους
6
γενέσθαι· ἀσυμφυέσι δὲ τοῖς μορίοις διεζευγμένας· τὰς δὲ
7
δευτέρας συμφυομένων τῶν μερῶν εἰδωλοφανεῖς· τὰς δὲ τρίτας
8
τῶν ἀλληλοφυῶν· τὰς δὲ τέτταρας οὐκ ἔστι ἐκ τῶν
9
ὁμοίων οἷον ἐν γῆς καὶ ὕδατος, ἀλλὰ δι’ ἀλλήλων ἤδη τοῖς
10
μὲν πυκνωθείσης τῆς τροφῆς, τοῖς δὲ τῆς εὐμορφίας τῶν
11
γυναικῶν ἐπερεθισμὸν τοῦ σπερματικοῦ κινήματος ἐμποιησάσης·
12
τῶν δὲ ζώων πάντων τὰ γένη διακριθῆναι διὰ τὰς
13
ποιὰς κράσεις· τὰ μὲν οἰκότερα εἰς τὸ ὕδωρ τὴν ὁρμήν ἔχειν,
14
τὰ δὲ εἰς τὸν ἀέρα ἀναπνεῖν ἕως ἂν πυρῶδες ἔχῃ τι πλέον,
15
τὰ δὲ βαρύτερα ἐπὶ τὴν γῆν· τὰ δὲ ἰσόμοιρα τῇ κράσει
16
πᾶσι τοῖς θώραξι πεφωνηκέναι. Δημόκριτος γεγενημένα εἶναι 19.336
1
τὰ ζῶα συστάσει, εἰ δὲ ἓν ἄστρον πρῶτον τοῦ ὑγροῦ
2
ζωογονοῦντα.
3 Πόσα γένη ζώων καὶ εἰ πάντα αἰσθητὰ καὶ λογικά.
4
Πλάτων καὶ Ἀριστοτέλης τέσσαρα εἶναι ζώων γένη λέγουσι
5
καὶ τὸν αὐτὸν κόσμον ζῶον, χερσαῖα, ἔνυδρα, πτηνὰ,
6
οὐράνια, καὶ γὰρ τὰ ἄστρα ζῶα εἶναι καὶ αὐτὸν τὸν κόσμον
7
ζῶον λογικὸν, ἀθάνατον. Δημόκριτος καὶ Ἐπίκουρος τὰ
8
οὐράνια. Ἀναξαγόρας πάντα ζῶα λόγον ἔχειν ἐνεργητικὸν,
9
τὸν δ’ οἱονεὶ νοῦν μὴ ἔχειν τὸν παθητικὸν τὸν λεγόμενον
10
τοῦ νοῦ ἑρμηνέα. Πυθαγόρας καὶ Πλάτων λογικὰς
11
μὲν εἶναι καὶ τὰς τῶν ἄλλων ζώων ἀλόγων καλουμένων τὰς
12
ψυχὰς οὐ μὴν λόγῳ ἐνεργούσας διὰ τὴν δυσκρασίαν τῶν σωμάτων
13
καὶ διὰ τὸ μὴ μετέχειν τοῦ φραστικοῦ λόγου ὥσπερ
14
ἐπὶ τῶν πιθήκων καὶ κυνῶν, λαλοῦσι μὲν γὰρ, οὐ δύνανται
15
δὲ φράζειν ἃ νοοῦσι. Διογένης μετέχειν μὲν αὐτὰ τοῦ νοητοῦ
16
καὶ ἀέρος, διὰ δὲ τὸ, τὰ μὲν πυκνότητι, τὰ δὲ πλεονασμῷ τῆς 19.337
1
ὑγρασίας μήτε διανοεῖσθαι μήτε αἰσθάνεσθαι, προσφερῶς
2
δὲ αὐτὰ διακεῖσθαι τοῖς μεμηνόσι παρεπταικότος τοῦ
3
ἡγεμονικοῦ.