Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


Κεφάλαιον λαʹ.
10 Περὶ οὐσίας σπέρματος.


11 Ἀριστοτέλης σπέρμα εἶναί φησι τὸ περίττωμα τροφῆς
12 καὶ τῆς ἐσχάτης, ἤτοι αἷμα τὸ ἀνάλογον ἐκ τούτων τι
13 τὸ δυνάμενον κινεῖν ἐν ἑαυτῷ πρὸς τὸ ἀποτελέσαι τι τοιοῦτον,
14 οἷόν ἐστιν ἐξ οὗ συνεκρίθη. Πυθαγόρας ἀφρὸν τοῦ
15 χρηστοτάτου αἵματος περίττωμα τῆς τροφῆς. Ἀλκμαίων
16 ἐγκεφάλου μέρος. Πλάτων τοῦ νωτιαίου μυελοῦ ἀπόῤῥοιαν. 19.322
1 Ἐπίκουρος ψυχῆς καὶ σώματος ἀπόσπασμα. Δημόκριτος
2 ἀφ’ ὅλων τῶν σωμάτων καὶ τῶν κυριωτάτων μερῶν οἷον
3 τῶν σαρκικῶν, ὀστῶν καὶ ἰνῶν τὸν γόνον ἀποῤῥεῖν.


4 Εἰ σῶμα τὸ σπέρμα.


5 Λεύκιππος καὶ Zήνων σῶμα εἶναι· ψυχῆς γὰρ εἶναι
6 ἀπόσπασμα. Πυθαγόρας καὶ Πλάτων καὶ Ἀριστοτέλης ἀσώματον
7 μὲν εἶναι τὴν δύναμιν τοῦ σπέρματος ὥσπερ νοῦν
8 τὸν κινοῦντα· σωματικὴν δὲ τὴν ὕλην τὴν προχεομένην.
9 Στράτων καὶ Δημόκριτος καὶ τὴν δύναμιν σῶμα, πνευματικὴ
10 γάρ.


11 Εἰ καὶ θήλειαι προΐενται σπέρμα.


12 Πυθαγόρας καὶ Δημόκριτος καὶ Ἐπίκουρος καὶ τὸ θῆλυ
13 προΐεσθαι σπέρμα· ἔχει γὰρ παραστάτας ἀπεστραμμένους,
14 διὰ τοῦτο καὶ ὀρεκτικῶς ἔχειν παρὰ τὰς χρήσεις. Ἀριστοτέλης
15 δὲ καὶ Ζήνων καὶ ὕλην μὲν ὑγρὰν προΐεσθαι οἱονεὶ
16 ἀπὸ τῆς συγγυμνασίας ἱδρῶτας, οὐ μὴν σπερματικόν. Ἵππων 19.323
1 προΐεσθαι μὲν σπέρμα τὰς θηλείας οὐχ ἥκιστα τῶν
2 ἀῤῥένων, μὴ μέντοι γε εἰς ζωογονίαν τοῦτο συμβάλλεσθαι
3 διὰ τὸ ἐκτὸς πίπτειν τῆς ὑστέρας· ὅθεν ὀλίγας προΐεσθαι
4 πολλάκις δίχα τῶν ἀνδρῶν σπέρμα καὶ τὰς μάλιστα χηρευούσας·
5 καὶ εἶναι τὰ μὲν ὀστᾶ παρὰ τοῦ ἄῤῥενος, τὰς δὲ
6 σάρκας παρὰ τῆς θηλείας.