Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


Κεφάλαιον θʹ.
2  Περὶ ψυχῆς.


3 Πολλὴν μέν ἐστιν εὑρεῖν παρὰ τοῖς προτέροις ἀντείρησιν
4 περὶ τῆς ψυχῆς γενομένην. ἀλλ’ ὅμως μὴ τὸν τῆς εἰσαγωγῆς
5 τροπόν ὑπερβαίνειν δοκοῖμεν τὰ πᾶσιν εἰρημένα
6 περὶ ταύτης διεξιόντες, ὅσα τοῖς ὀνομαστοτάτοις εἰρῆσθαι
7 περὶ ταύτης νομίζομεν, ὡς ἐν βραχέσι πειρώμεθα λέγειν.
8 ψυχὴν τοίνυν  οἱ μὲν πνεῦμα παντὶ τωῖ σώματι παρακείμενον
9 ὅπου μὲν μᾶλλον, ὅπου δὲ ἧττον νομίζουσιν εἶναι.
10 οὗτοι δὲ οἱ περὶ τὸν Ἀσκληπιάδην εἰσίν· ἄλλοι δὲ δύναμιν
11 δι’ ἣν ζῶμεν. οἱ δὲ κινήσεως ἀρχὴν πάντων γινομένων τε
12 καὶ ὄντων. Ἐπίκουρος δὲ τὸν ἐφελκόμενον ἔξωθεν ἀέρα διὰ
13 τῆς εἰσπνοῆς τὴν ψυχὴν ὑπέλαβεν. τὴν δὲ οὐσίαν ταύτην
14 οἱ μὲν ἀσώματον ἔφασαν, ὡς Πλάτων, οἱ δὲ σώματα κινεῖν,
15 ὡς Ζήνων καὶ οἱ ἐξ αὐτοῦ. πνεῦμα γὰρ εἶναι ταύτην
16 ὑπενόησαν καὶ οὗτοι θνητὴν μὲν ψυχὴν, ὡς Ἐπίκουρος 19.255
1 καὶ Δικαίαρχος ᾠήθησαν, ἀθάνατον δὲ Πλάτων καὶ οἱ
2 Στωικοί. ἀλλ’ Πλάτων ἀεικίνητον καὶ οὐδέποτε διαφθαρησομένην.
3 οἱ Στωϊκοὶ δὲ καθ’ ἑκάστην τοῦ κόσμου μεταβολὴ
4 διαμένειν ἀθάνατον, ἕως ἂν τοῦ κόσμου μεταβολὴ
5 συστᾶσα καὶ ταύτην τυχεῖν διαφθαρῆναι. τοῖς δὲ σώμασι
6 συνδεῖσθαι νομίζουσιν οἱ μὲν αὐτοφυεῖς ἥκουσιν ἐγκρατεῖς
7 οὔσας, ὥστε ταῦτα πασχούσας τῷ ἐπιθυμεῖν ἡδονῶν τῶν
8 διὰ τῶν σωμάτων αὐταῖς προσγινομένων. οἱ δὲ κατὰ θεὸν
9 ἐγγίνεσθαι τοῖς σώμασι βουλόμενοι. μηδ’ ἓν τῶν στοιχείοιν
10 ἀργὸν, μηδὲ ἔξω Ὂν ἄμοιρον εἶναι διὰ τέλους· ἐξαμαρτάνειν
11 δὲ τὰς ψυχὰς οἱ μὲν αὐτεξουσίους οὔσας καὶ διὰ τὰς
12 σφετέρας ἐπιθυμίας ἐπὶ το πλημμελὲς τρεπομένας. τῶν ἡδέων
13 γὰρ οὔσας ὀρεκτικὰς διὰ τήν τούτου κάθεξιν μηδὲν διωθεῖσθαι
14 τὰς φαυλοτάτας τῶν ἀτοπωτάτων εἶναι νομιζομένων.
15 οἱ δὲ καθ’ εἱμαρμένην πάντα συμβαίνειν νομίσαντες
16 καὶ τὴν ψυχὴν ἀπροαιρέτως τοῖς πλημμελήμασι περιπίπτειν
17 ὑπολαμβάνουσι. διδόναι δὲ δίκην τὰς  πονηροτάτας
18 τῶν σωμάτων ἀπαλλαττομένας Πλάτων οἴεται καὶ τὰς 19.256
1 ἄμεινον βεβιωκυΐας εἰς θεὸν ἀναπέμπεσθαι καὶ τοῖς ἄστροις
2 ἐγκαταλέγεσθαι. Στωϊκοὶ δὲ τούτων οὐδὲν προσίενται, ἀλλ’
3 ἐπειδὰν ἀποχωρισθῶσι τῶν σωμάτων, φασὶ τὰς ἀκρατεστέρας
4 καὶ τῶν ἡδέων ἐπιθυμητικὰς αὖθις ἠμφιεσμένας τῶν
5 διὰ σωμάτων ἡδονῶν προσγιγνομένων ἐγκαταδύεσθαι πάλιν
6 τοῖς σώμασιν ἐξ ἀρχῆς, καὶ μηδέποτε παύεσθαι τούτου
7 περιπιπτούσας, ἕως ἂν παιδεύσεως τῆς προσηκούσης τύχωσι
8 καὶ τῶν καλῶν εἰς γνῶσιν ἀφικόμεναι χρηστὸν ἕλωνται βίον.
9 καὶ μετὰ τὴν διάλυσιν καὶ τὴν ἀπαλλαγὴν τοῦ σώματος
10 καθ’ αὑτὰς διαφανεῖς σπουδαίοιν δεομένων ἰδέας μετελθούσας
11 τὰς ἀγαθὰς καὶ μετὰ ταῦτα διὰ παντὸς οὔσας τὰς
12 πάλιν οὕτω διακειμένας. εἶναι δὲ τὰ μέρη τῆς ψυχῆς Πλάτων
13 μὲν τρία νενόμικε, λογικὸν, θυμικὸν, ἐπιθυμητικόν. Ἀριστοτέλης
14 δὲ προσήγαγε καὶ τὸ φυσικόν τε καὶ τὸ ζωτικόν.
15 Στωϊκοὶ δὲ τέσσαρα μέρη τῆς ψυχῆς εἶναί φασι, λογικὸν,
16 αἰσθητικὸν, φωνητικὸν, σπερματικόν. τινὲς δὲ τὴν ψυχὴν
17 ἁπλῆν καὶ ἀμερῆ τυγχάνειν. οὐδὲν γὰρ ἄλλο τὴν ψυχὴν
18 ὑπολαμβάνουσιν φρόνησιν ὑπάρχειν, ἣν καὶ νοῦν καὶ νόησιν 19.257
1 προσειρήκασι. Μενέμαχος δὲ τῶν Στωϊκῶν ὑπόληψιν ἐπικρίνων
2 τὸ φωνητικὸν καὶ τὸ σπερματικὸν περιεῖλεν. οἰηθεὶς
3 τῆς αἰσθητικῆς δυνάμεως ταῦτα μετέχειν. μέρη δὲ τῆς ψυχῆς
4 ἔνιοι ᾠήθησαν τὸ λογικὸν καὶ τὸ αἰσθητικόν. ὧν καὶ
5 μᾶλλον ἄν τις συγχωρήσειεν εὐλόγως.