Κεφάλαιον καʹ.
6 Περὶ γῆς.
7
Θαλῆς καὶ οἱ ἀπ’ αὐτοῦ μίαν εἶναι τὴν γῆν ὑπολαμβάνουσι·
8
τῶν δὲ Πυθαγορείων τινὲς δύο καὶ ταύτην εἶναι
9
καὶ τὴν ἀντίχθονά φασιν. οἱ Στωϊκοὶ δὲ γῆν εἶναι μίαν
10
καὶ πεπερασμένην. Μητρόδωρος δὲ τὴν γῆν ὑπόστασιν εἶναι
11
καὶ οἱονεὶ τρύγα τοῦ ὕδατος νομίζει ὡς τὸν ἥλιον τοῦ ἀέρος.
12 Περὶ σχημάτων γῆς.
13
Θαλῆς καὶ οἱ ἀπ’ αὐτοῦ σφαιροειδῆ τὴν γῆν νομίζουσιν.
14
Ἀναξίμανδρος δὲ λίθῳ κίονι τὴν γῆν προσφερεῖ 19.294
1
τῶν ἐπιπέδων. Ἀναξιμένης τραπεζοειδῆ. Λεύκιππος τυμπανοειδῆ,
2
Δημόκριτος δισκοειδῆ μὲν τῷ πλάτει, κοίλην δὲ
3
τὸ μέσον τῷ μεγέθει.
4 Περὶ θέσεως γῆς.
5
Οἱ ἀπὸ Θάλεω μέσην τὴν γῆν οἴονται εἶναι. Ξενοφάνης
6
πρώτην τὴν γῆν ἐκ τοῦ κατωτέρου μέρους εἰς ἄπειρον βάθος
7
ἐῤῥιζῶσθαι, ἐξ ἀέρος δὲ καὶ πυρὸς συμπαγῆναι. Φιλόλαος
8
ὁ Πυθαγόρειος τὸ μὲν πῦρ μέσον. τοῦτο γὰρ εἶναι
9
τοῦ παντὸς ἑστίαν· ἑτέραν δὲ τὴν ἀντίχθονα. τρίτην δὲ
10
τὴν οἰκουμένην ἐξ ἐναντίας κειμένην καὶ περιφερομένην τῇ
11
ἀντίχθονι. Παρμενίδης ὁ πρῶτος ἀφώρισε τοὺς οἰκουμένους
12
τόπους ὑπὸ τὰς δύο ζώνας τροπικὰς εἶναι τὴν γῆν.
13 Περί ἐγκλίσεως γῆς.
14
Λεύκιππος παρεκπεσεῖν τὴν γῆν εἰς τὰ μεσημβρινὰ
15
μέρη διὰ τὴν ἐν τοῖς μεσμβρινοῖς ἀραιότητα, ἅτε δὴ πεπηγότων 19.295
1
τῶν βορείων διὰ τὸ κατεψῦχθαι τοῖς κρυμοῖς, τῶν
2
δὲ ἀντιθέτων πεπυρωμένων. Δημόκριτος διὰ τὸ ἀσθενέστερον
3
εἶναι τὸ μεσημβρινὸν τοῦ περιέχοντος αὐξομένην τὴν
4
γῆν κατὰ τοῦτο ἐγκλιθῆναι. τὰ γὰρ βόρεια ἄκρατα, τὰ δὲ
5
μεσημβρινὰ κέκραται. ὅθεν κατὰ τοῦτο βεβάρυται, ὅπου
6
περισσή ἐστι τοῖς καρποῖς καὶ τῇ αὐξήσει.
7 Περὶ κινήσεως γῆς.
8
Οἱ μὲν ἄλλοι μένειν τὴν γῆν ὑπολαμβάνουσι. Φιλόλαος
9
δὲ ὁ Πυθαγόρειος κύκλῳ περιφέρεσθαι περὶ τὸ πῦρ κατὰ
10
κύκλου λοξοῦ ὁμοιοτρόπως ἡλίῳ καὶ σελήνῃ. Ἡρακλείδης
11
δὲ ὁ Ποντικὸς καὶ Ἔκφαντος ὁ Πυθαγόρειος κινητὴν γῆν,
12
οὐ μήν γε μεταβατικῶς, ἀλλὰ τροχοῦ δίκην ἐνζωνισμένην
13
ἀπὸ δυσμῆς ἐπ’ ἀνατολὴν περὶ τὸ ἴδιον αὐτῆς κέντρον. κατ’
14
ἀρχὰς μὲν πλάζεσθαι τὴν γῆν φησιν ὁ Δημόκριτος διά τε
15
μικρότητα καὶ κουφότητα, πυκνωθεῖσαν δὲ τῷ χρόνῳ καὶ
16
βαρυνθεῖσαν καταστῆναι.
1 Περὶ διαιρέσεως γῆς.
2
Τῶν Πυθαγορείων τινὲς τὴν γῆν ἀναλόγως τῇ τοῦ
3
παντὸς οὐρανοῦ σφαίρᾳ διῃρῆσθαι εἰς πέντε ζώνας, ἀρκτικὴν,
4
ἀνταρκτικὴν, θερινὴν, χειμερινὴν, ἰσημερινήν· ὧν ἡ
5
μέση τὸ μέσον τῆς γῆς ὁρίζεται διακεκαυμένης. ἡ δὲ οἰκητή
6
ἐστι μέση τῆς θερινῆς καὶ τῆς χειμερινῆς εὔκρατος οὖσα.
7 Περὶ σεισμῶν γῆς.
8
Θαλῆς μὲν καὶ Δημόκριτος ὕδατι τὴν αἰτίαν τῶν σεισμῶν
9
προσάπτουσιν· οἱ δὲ Στωϊκοὶ σεισμὸν εἶναι λέγουσι
10
τὸ ἐκ τῆς γῆς ὑγρὸν εἰς ἀέρα διακρινόμενον καὶ ἐκπῖπτον.
11
Ἀναξιμένης ξηρότητα καὶ ὑγρότητα τῆς γῆς αἰτίαν τῶν
12
σεισμῶν, ὧν τὴν μὲν αὐχμοὶ γεννῶσι, τὴν δὲ ἐπομβρίαι.
13
Ἀναξαγόρας ἀέρος ἀποδύσει τῇ μὲν πυκνότητι τῆς ἐπιφανείας
14
προσπίπτοντος, τῷ δὲ ἔκκρισιν λαβεῖν μὴ δύνασθαι
15
τρόμῳ τὸ περιέχον κραδαίνοντος. Ἀριστοτέλης δὲ πνεῦμα 19.297
1
τῆς κινήσεως, ὅταν ἔσω τύχῃ ῥυὲν τὸ ἔξω ἀναθυμιώμενον
2
διὰ τὴν τοῦ ψυχροῦ πανταχόθεν ἀντιπερίστασιν κάτωθεν
3
καὶ ἄνωθεν αὐτοῦ περιστάντος· τὸ γάρ θερμὸν ἀνωτέρω
4
γενέσθαι σπεύδει, ἅτε δὴ κοῦφον ὄν· καὶ διὰ τοῦτο ἐν ἀπολείψει
5
γενομένης τῆς ὑγρᾶς ἀναθυμιάσεως τῇ ἀντισπάσει
6
καὶ τοῖς ἀντελιγμοῖς τὸν σεισμὸν ποιεῖ. Μητρόδωρος μηδὲν
7
ἐν τῷ οἰκείῳ τύπῳ σῶμα κινεῖσθαι, εἰ μὴ τις προσώσειεν ἢ
8
καθελκύσειεν κατ’ ἐνέργειαν· διὸ μηδὲ τὴν γῆν, ἅτε δὴ κειμένην
9
φυσικῶς κινεῖσθαι, τόπους δέ τινας αὐτῆς νοστεῖν
10
τοῖς ἄλλοις. Παρμενίδης καὶ Δημόκριτος διὰ τὸ
11
πανταχόθεν ἴσον ἀφεστῶσαν μένειν ἐπὶ τῆς ἰσοῤῥοπίας, οὐκ
12
ἔχουσαν αἰτίαν δι’ ἣν δεῦρο μᾶλλον ἢ ἐκεῖσε ῥέψειεν ἄν.
13
δια τοῦτο μόνον μὲν κραδαίνεσθαι, μὴ κινεῖσθαι δέ. Ἀναξιμένης
14
διὰ τὸ πλάτος ἐποχεῖσθαι τῷ ἀέρι· οἱ δέ φασιν
15
ἐφ’ ὕδατος καθάπερ τὰ πλατανώδη καὶ σανιδώδη ἐπὶ
16
τῶν ὑδάτων, διὰ τοῦτο κινεῖσθαι. Πλάτων πάσης μὲν κινήσεως
17
ἓξ εἶναι περιστάσεις, ἄνω, κάτω, ἐπὶ τὰ δεξιὰ καὶ
18
θάτερα, ἔμπροσθεν καὶ ὄπισθεν· κατ’ οὐδεμίαν δὲ τούτων 19.298
1
ἐνδέχεσθαι τὴν γῆν κινεῖσθαι ἐν τῷ πανταχόθεν κατωτάτην
2
κειμένην, μένειν μὲν ἀκίνητον μηδὲν ἔχουσαν ἐξαίρετον
3
εἰς τὸ ῥέπειν μᾶλλον, τόπους δ’ αὐτῆς κατ’ ἀραιότητα σαλεύεσθαι.
4
Ἐπίκουρος ἐνδέχεσθαι μὲν ὑπὸ τοῦ πάχους ἀέρος
5
τοῦ ὑποκειμένου ὑδατώδους ὄντος ἀνακρουομένην αὐτὴν
6
καὶ οἷον ὑποτυπτομένην κινεῖσθαι. ἐνδέχεσθαι δὲ καὶ σηραγγώδη
7
τοῖς κατωτέρω μέρεσι καθεστῶσαν ὑπὸ τοῦ διασπειρομένου
8
πνεύματος εἰς τὰς ἀντροειδεῖς κοιλότητας ἐμπίπτοντας
9
σαλεύεσθαι.