ΓΑΛΗΝΟΥ ΠΡ0Σ ΘΡΑΣΥΒ0ΥΛΟΝ ΒΙΒΛΙ0Ν,
ΠΟΤΕΡΟΝ ΙΑΤΡΙΚΗΣ Η ΓΥΜΝΑΣΤΙΚΗΣ
ΕΣΤΙ ΤΟ ΥΓΙΕΙΝΟΝ.
1
Κεφ. αʹ.Οὐκ ἄλλα μὲν, ὦ Θρασύβουλε, παραχρῆμα
2
περὶ τοῦ προβληθέντος ὑπὸ σοῦ ζητήματος εἶπον, ἄλλα δὲ
3
συγγράψασθαι τοῖς ὑπομνήμασιν ἔχω. πάντως γάρ που
4
γινώσκεις, ὡς ἀεὶ τὰ αὐτὰ περὶ τῶν αὐτῶν διεξέρχομαι,
5
καὶ ὡς οὐδὲν ἐπιχειρῶ λέγειν ὧν οὔτε μέθοδον ἔμαθον,
6
οὔτ’ ἐγυμνασάμην πω κατ’ αὐτήν. ἀρχὴ τοίνυν εὑρέσεως
7
οὐ τούτῳ μόνῳ τῷ νῦν προκειμένῳ σκέμματι τὸ γνῶναι, τί 5.807
1
ποτ’ ἐστὶ τὸ ζητούμενον, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασιν.
2
αὐτὸ δὲ δὴ τοῦτο τὸ γνῶναι διττόν ἐστιν· ἢ γὰρ τὴν
3
ἔννοιαν μόνην τοῦ πράγματος, ἢ καὶ τὴν οὐσίαν γινώσκομεν.
4
ὅτῳ δ’ ἀλλήλων ταῦτα διαφέρει, γέγραπται μὲν ἐπὶ πλέον
5
ἐν τοῖς περὶ ἀποδείξεως, ἵνα περ καὶ τὰς ἄλλας ἁπάσας
6
μεθόδους ἐξετιθέμεθα, γένοιτο δ’ ἂν καὶ νῦν δῆλον ἐξ
7
αὐτῆς τῆς χρήσεως.