Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. Thrasybulus sive utrum medicinae sit an gymnasticae hygiene (Thrasyb.)
urn:cts:greekLit:tlg0057.tlg033
Πρὸς Θρασύβουλον βιβλίον, πότερον ἰατρικῆς ἢ γυμναστικῆς ἐστι τὸ ὑγιεινόν
Thrasybule ou Si l’hygiène relève de la médecine ou de la gymnastique
Thrasybulus (Thras.)
editio(nes) critica(e): Helmreich, 1893
translatio Latina: Ad Thrasybulum liber, utrum medicinae sit an gymnastices hygieine, 1823, vol. 5, pp. 806-898. urn:cts:greekLit:tlg0057.tlg033.verbatim-lat1
translationes recentiores Johnston, 2018 (grc;eng); Nieto Ibañez, 2005 (grc;spa); Singer, 1997 (eng); Englert, 1936 (deu)


8 Κεφ. ιγʹ.Ἓν γάρ μοι πρόκειται δεῖξαι, τὸ πᾶσαν
9 τέχνην καὶ σκοποῦ καὶ τέλους ἐφίεσθαι. τέλος δ’ ἐν
10 ἑκάστῳ τῶν ὄντων ἓν, ὅπερ οὐδὲν ἄλλο ἐστὶν, τὸ κατ’
11 ἐκείνην τὴν οὐσίαν ἀγαθόν. ἀμπέλου γοῦν οὐκ ἄλλο μὲν
12 τελειότης, ἄλλο δὲ τὸ ἀγαθὸν, οὐ μὴν οὐδ’ ἄλλο τι παρὰ
13 τοῦτο πρόκειται σκοπεῖσθαι τῇ περὶ τὰς ἀμπέλους τέχνῃ,
14 καθάπερ οὐδὲ τῇ περὶ τὰς ἐλαίας, ἄλλα καὶ ἥδε τὴν τελειότητα
15 τῆς τῆς ἐλαίας φύσεως ἔχει τὸν σκοπόν. ἓν δή τι
16 τῶν ὄντων ἐστὶ τό τ’ ἀνθρώπου σῶμα, καί τίς ἐστιν καὶ
17 τοῦδε πάντη τελειότης, ἣν καὶ παροῦσαν φυλάττειν, καὶ 5.828
1 ἀποῦσαν ἀνασώζεσθαι πρόκειταί τινι τέχνῃ.  ταύτης δ’
2 εἴπερ τι κατωτέρω ποιήσομεν ἕτερον τέλος, προειρημένος ἡμᾶς
3 ἐκδέξεται λόγος. ἔσται γὰρ μὲν τῆς εὐεξίας, δὲ ἄκρας
4 εὐεξίας, ἑτέρα δὲ τῆς ὑγιεινῆς ἕξεως, καὶ τετάρτη τις ἄλλη
5 τέχνη σχέσεως ὑγιεινῆς δημιουργὸς, ἔξωθεν δὲ τούτων ἄλλη
6 πέμπτη τῆς ἀθλητικῆς εὐεξίας. εἰ δὲ καὶ δημιουργεῖν μὲν
7 ἄλλαις τὰ τέλη, φυλάττειν δ’ ἄλλαις ἐπιτρέψομεν, οὐ ταύτας
8 μόνον, ἀλλὰ καὶ σύν αὐταῖς ἄλλας τοσαύτας ἐπιζητήσομέν
9 τε καὶ συστησόμεθα περὶ τὸ σῶμα τέχνας.