Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. Thrasybulus sive utrum medicinae sit an gymnasticae hygiene (Thrasyb.)
urn:cts:greekLit:tlg0057.tlg033
Πρὸς Θρασύβουλον βιβλίον, πότερον ἰατρικῆς ἢ γυμναστικῆς ἐστι τὸ ὑγιεινόν
Thrasybule ou Si l’hygiène relève de la médecine ou de la gymnastique
Thrasybulus (Thras.)
editio(nes) critica(e): Helmreich, 1893
translatio Latina: Ad Thrasybulum liber, utrum medicinae sit an gymnastices hygieine, 1823, vol. 5, pp. 806-898. urn:cts:greekLit:tlg0057.tlg033.verbatim-lat1
translationes recentiores Johnston, 2018 (grc;eng); Nieto Ibañez, 2005 (grc;spa); Singer, 1997 (eng); Englert, 1936 (deu)


1 Κεφ. ιεʹ.Ὥστε καὶ διὰ τοῦτο μία τέχνη περὶ τὸ
2 σῶμα. τὰ γὰρ αὐτὰ πράττοντες ἰσχυροί τε ἅμα κατὰ τὰς
3 ἐνεργείας ἐσόμεθα, καὶ καλλίους ὀφθῆναι, καὶ ὑγιεινότεροι,
4 καὶ εὐεκτικώτεροι, καθάπερ εἰ καὶ σφαλείημέν τι περὶ τὸ
5 σῶμα, καὶ τῶν ἐνεργειῶν τὴν ῥώμην καταλύσομεν, καὶ τῷ
6 κάλλει λυμανούμεθα, καὶ τὴν εὐεξίαν καθαιρήσομεν, καὶ
7 τὴν ὑγίειαν μειώσομεν· ἅπαντα γὰρ ταῦτα συναυξάνετα
8 τε καὶ συμμειοῦται προσηκόντως. γάρ τοι κατὰ φύσιν
9 ἐνέργεια δεῖται τῆς κατὰ φύσιν τοῦ σώματος κατασκευῆς,
10 ὑφ’ ἧς γίνεται, λόγον αἰτίας ἐχούσης πρὸς αὐτήν. ὥστ’
11 οὐκ ἐνδέχεται πρότερον  τὸ μὲν ἕτερον αὐτῶν εἶναι,
12 τὸ δ’ ἕτερον μὴ παρεῖναι. καὶ μὲν δὴ καὶ συναυξάνεται
13 καὶ συμμειοῦται ἀμφοτέρα. βελτίω μὲν δὴ γινόμενα,
14 τὸ μὲν εὐεξία, τὸ δὲ ῥώμη κέκληται. τὸν
15 αὐτὸν γὰρ καὶ ῥώμη πρὸς τὴν ἐνέργειαν ἔχει λόγον,
16 ὅνπερ εὐεξία πρὸς τὴν ὑγείαν. ἑκάτερον γὰρ ἑκατέρῳ
17 γίνεται, καὶ ὥσπερ εὐεξία τινός ἐστιν, οὕτως
18 καὶ ῥώμη. τῆς μὲν γὰρ κατὰ φύσιν, εἴτε κατασκευῆς, 5.831
1 εἴτε διαθέσεως  ὀνομάζειν ἐθέλοις, ἀρετή τις εὐεξία,
2 τῆς δὲ ἐνεργείας ῥώμη. ταὐτὸν δ’ ἀρετή τε καὶ τελειότης
3 ἐστὶν καὶ τὸ καθ’ ἕκαστον τῶν ὄντων ἀγαθὸν, ὅπερ
4 αὐτοῦ πρώτως τε καὶ ἁπλῶς ἀγαθὸν ὀνομάζεται. καὶ
5 μὲν δὴ καὶ χείρω γίγνεται διὰ τῶν αὐτῶν ἀμφότερα. καὶ
6 μὲν ὑγιεινὴ διάθεσις, ὥσπερ ἔμπροσθεν εἴπομεν, εὐεξία
7 προσαγορεύεται, εἰ δ’ αὖ τις ἐνεργῶς ἀσθενὴς, ῥώμης ἀῤῥωστία
8 τε καὶ ἀσθένεια. καὶ δὴ καὶ κάλλος μὲν τοῖς
9 προτέροις, αἶσχος δὲ τοῖς δευτέροις ἐξ ἀνάγκης ἕπεται.
10 πάντ’ οὖν ταῦτα καὶ συναύξεται, καὶ συμμειοῦται, καὶ
11 τελειοῦται, καὶ καθαιρεῖται πάνθ’ ἅμα, καὶ τὸ βλάπτον
12 ὁτιοῦν ἓν ἐξ αὐτῶν εὐθὺς καὶ τἄλλα σύμπαντα
13 βλάπτει, τό τ’ ὠφελοῦν ὡσαύτως ἅπαντα ὠφελεῖ. καὶ δῆλον,
14 ὡς καὶ διὰ τοῦτο μίαν ἀνάγκη τέχνην εἶναι περὶ σύμπαντα
15 ταῦτα. τί δὴ τούτων ἐστὶ τὸ πρῶτόν τε καὶ ἁπλῶς
16 ἀγαθὸν τοῦ σώματος, οὐδὲν μὲν ἐγείρει, τό γε νῦν εἶναι,
17 λέγειν, ἵνα δὲ μηδὲ τοῦτ’ ἐνδέῃ, προσθήσω. σώματος 5.832
1 ἀγαθὸν ἁπλῶς καὶ πρῶτον, οὐ μάλιστα δεόμεθα, τελειότης
2 τῆς ἐνεργείας ἐστὶν, ὅπερ δὴ ῥώμην τε καὶ ἰσχὺν ὀνομάζουσιν,
3 ἐλλειπτικῶς ἑρμηνεύοντες· ἐχρῆν γὰρ αὐτοὺς, οὐ
4 ῥώμην ἁπλῶς, ἀλλ’ ἐνεργείας ῥώμην, οὐδ’ ἰσχὺν ἁπλῶς,
5 ἀλλ’ ἐνεργείας ἰσχὺν εἰπεῖν. ἑξῆς δὲ τούτων δεύτερον οὐχ
6 ἁπλῶς οὐδὲ καθ’ ἑαυτὸ τοῦ σώματος ἀγαθὸν, ἀλλ’ ὅτι γε
7 τὸ πρῶτον τε καὶ καθ’ ἑαυτὸ τοιούτου δεῖται πάντως εἰς
8 γένεσιν. οἷον τῆς ὑγιείας ἐστὶν εὐεξία, ἣν καὶ αὑτὴν
9 πάλιν ἐλλειπτικῶς ὀνομάζοντες ἀφορμὴν σοφισμάτων παρέχουσιν·
10 δέον γὰρ εὐεξίαν ὑγείας εἰπεῖν, οὐχ οὕτως, ἀλλ’
11 ἁπλῶς εὐεξίαν ὀνομάζουσιν. ἕπεται δ’ ἐξ ἀνάγκης τῇδε τὸ
12 κάλλος, ἄλλο τι γένος· ἕπεται ἐκείνοις τρίτον ἀγαθὸν
13 σώματος. ὥστε οὔτε ὁμογενῆ τὰ τοῦ σώματος ἀγαθὰ, καθάπερ
14 οὐδὲ τὰ τῆς ψυχῆς, οὔθ’ ὁμοίως λέγεται ἅπαντα,
15 ἀλλὰ τὸ μὲν ὡς πρῶτόν τε καὶ καθ’ ἑαυτὸ, τὸ δ’ ὡς αἴτιον
16 ἐκείνου, τὸ δ’ ὡς ἐξ ἀνάγκης ἑπόμενον. τίνος οὖν
17 τούτων τῶν τριῶν περὶ τὸ σῶμα τέχνη πρώτη ἐστὶ δημιουργός; 5.833
1 ἆρά γε τῆς ὑγιείας, τῆς ἐνεργείας, τοῦ κάλλους;
2 ὅτι μὲν γὰρ ἐξ ἀνάγκης ὠφελήσει τε καὶ ποιήσει τὰ
3 τρία, κᾂν ἓν ἐξ αὐτῶν ὁτιοῦν ὠφελῇ, πρόδηλον ἤδη γέγονεν.
4 εἴτε γὰρ τὴν ἐνέργειαν, ἐξ ἀνάγκης καὶ τὴν ὑγίειάν
5 τε καὶ τὸ κάλλος· μὲν γὰρ οὐχ οἵα τέ ἐστιν χωρὶς τῆς
6 ποιούσης αὐτὴν αἰτίας γενέσθαι, τὸ κάλλος δ’ ἐξ ἀνάγκης
7 ἕπεται· εἴτε τὴν ὑγίειαν, εὐθὺς καὶ τὴν ἐνέργειαν, καὶ
8 τὸ κάλλος· ἄμφω γὰρ ἦν ταύτης ἔγγονα· καὶ μὴν εἰ τὸ
9 κάλλος ποιοῖ, πάντως που καὶ τὴν ὑγίειαν προπεποίηκεν,
10 εἰ δὲ τοῦτο, καὶ τὴν ἐνέργειαν.