10
Κεφ. γʹ.Καὶ μὴν κατάδηλος ἦσθα καὶ τότε
11
μὲν εὐθὺς ἱκανῶς χαίρων ἐπὶ τῇ τῶν λόγων μεθόδῳ, καὶ
12
θᾶττον ἢ κατὰ τὴν προσδοκίαν εὑρέθη τὸ ζητούμενον, ἐξ
13
ὑστέρου τε προσκείμενος ἀεὶ λιπαρῶς ἐβιάσω τε καὶ κατηνάγκασας
14
οὐ πάνυ τοί με πρόθυμον ὄντα γράψασθαι τοὺς
15
λόγους. οὔτε γὰρ ἓν τουτὶ τὸ πρόβλημα μόνον ἀκριβῶς
16
ἐρευνηθὲν ᾤμην χρῆναι διασώζειν ἐν γράμμασιν, οὔθ’ ὁμοίως
17
τῷδε τὰ λοιπὰ πάντα διεξέρχεσθαι σχολὴν ἦγον. ὅθεν, ὅπερ 5.810
1
αὐτός ἐπ’ ἐμαυτοῦ πράξας ἔτυχον, ἱκανὸν ᾤμην ἔσεσθαι
2
καὶ πρὸς ὑμᾶς τοὺς φίλους δείξαι τὴν ὁδὸν, ᾗ χρώμενος ἄν
3
τις οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὰ ἄλλα πάντα διαιροῖτο
4
προβλήματα.