Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. Thrasybulus sive utrum medicinae sit an gymnasticae hygiene (Thrasyb.)
urn:cts:greekLit:tlg0057.tlg033
Πρὸς Θρασύβουλον βιβλίον, πότερον ἰατρικῆς ἢ γυμναστικῆς ἐστι τὸ ὑγιεινόν
Thrasybule ou Si l’hygiène relève de la médecine ou de la gymnastique
Thrasybulus (Thras.)
editio(nes) critica(e): Helmreich, 1893
translatio Latina: Ad Thrasybulum liber, utrum medicinae sit an gymnastices hygieine, 1823, vol. 5, pp. 806-898. urn:cts:greekLit:tlg0057.tlg033.verbatim-lat1
translationes recentiores Johnston, 2018 (grc;eng); Nieto Ibañez, 2005 (grc;spa); Singer, 1997 (eng); Englert, 1936 (deu)


10 Κεφ. κβʹ. Ἀλλ’ αἱ κατὰ μέρος ἐνέργειαι τοὺς
11 πολλοὺς ἐξαπατῶσιν, οὐ δυναμένους θεάσασθαι τὸ καθόλου.
12 μεθόδου γὰρ ἤδη λογικῆς τὸ τοιοῦτον, ἣν οὔτ’ ἔμαθον,
13 οὔτ’ ἤσκησαν οἱ τολμῶντες ἑκάστης ἡμέρας εἰς τὰ
14 προβλήματα λέγειν. ἄμεινον γὰρ ἦν, εἴπερ ᾔδεσαν ἐκείνην,
15 διδάξαι τοὺς μαθητὰς ἅπαξ, οὐ μυρία προβλήματα διέρχεσθαι.
16 μὲν γὰρ ἐκείνην μαθὼν οὐδὲν ἔτι δεῖται τῶν
17 μυρίων, ἑαυτῷ γε πάντα καλῶς διαιρεῖσθαι δυνάμενος· 5.843
1 δ’ ἀγνοῶν ἔτι τὴν μέθοδον πρὸς τῷ μὴ γιγνώσκειν, εἰ
2 κακῶς εἴρηται τὰ μυρία, παμπόλλων ἔτι προβλημάτων, ὧν
3 οὐκ ἀκήκοεν, ἐπιδεής ἐστιν. ἀλλὰ τοῦτο μὲν ὁδοῦ τι πάρεργον
4 ἡμῖν εἰρήσθω πρός γε τοὺς ἑκάστης ἡμέρας εἰς τὰ
5 προβλήματα λέγοντας τοῖς μαθηταῖς, οὔτε δ’ αὐτοὺς εἰδότας
6 τι λέγουσιν, ἔστ’ ἂν ἀμαθεῖς τε ἅμα καὶ ἀγύμναστοι
7 τοῦ κριτηρίου. καὶ γὰρ οὖν κᾀνταῦθα πότερον ταῖς κατὰ
8 μέρος ἐνεργείαις ταῖς καθόλου διακριτέον ἐστὶ τὰς
9 τέχνας ἀπ’ ἀλλήλων, τοῦτο μὲν οὐχὶ, τοῖς σκοποῖς δὲ
10 καὶ τοῖς τέλεσιν, μηδὲ τούτοις, ἀλλὰ ταῖς ὕλαις τε καὶ
11 τοῖς ὀργάνοις, καὶ ταῖς ἀρχαῖς, καὶ τῇ θεωρίᾳ μηδ’ ὅλως
12 σκεψάμενοι, ληροῦσιν ὑπὲρ ὧν οὐκ ἴσασιν. ἄμεινον οὖν
13 ἴσως ἐστὶ καὶ ἡμᾶς, ἐπειδή περ ἅπαξ ὑπέστημέν σοι τὸν
14 ἆθλον τοῦτον ἐκτελέσαι, διελθεῖν τι καὶ περὶ τῶν ῥηθέντων
15 ἁπάντων ὡς οἷόν τε διὰ βραχυτάτων, ἀρξαμένους αὖθις
16 ἀπὸ τῶν κατὰ μέρος ἐνεργειῶν.