18
Κεφ. μδʹ.ἁπάσαις δ’ αὐταῖς ἐφέστηκεν, οἷον ἀρχιτεκτονική
19
τις, ἡ θεραπευτικὴ τοῦ σώματος, καὶ κελεύει τῇ 5.891
1
μὲν οἰκοδομικῇ τοιάνδε τινὰ τὴν οἰκίαν, τῇ δὲ σκυτοτομικῇ
2
τὸ ὑπόδημα, καὶ τῇ μὲν σιτοποιητικῇ τὸν ἄρτον, τῇ δ’ αὖ
3
μαγειρικῇ τουψον, ἑκάστῃ τε τῶν ἄλλων, ὡς ἑκάστη πέφυκεν.
4
ἀλλὰ ταύτης τῆς περὶ τὸ σῶμα θεραπευτικῆς ἡ
5
ὑγιεινὴ μόριον ἦν, καὶ ταύτης τετραχῇ τεμνομένης, ἑνός
6
τῶν μορίων ἦν γυμναστικὸν μόριον. αὕτη τοίνυν οἷον ἀρχιτεκτονική
7
τίς ἐστιν τοσῶνδε τεχνῶν, ἱππευτικἤς μὲν;
8
ὅταν ἱππάζεσθαι δέῃ, διδάσκουσα μέτρον καὶ καιρὸν καὶ
9
ποιότητα, κυνηγετικῆς δὲ καὶ συμπάσης θηρευτικῆς, ἄταν
10
αυ τούτων ἡ χρεία καλῇ, κατὰ ταὐτὰ δὲ ταῦτα καὶ σκαπτόντων,
11
καὶ θεριζόντων, καὶ ὑλοτομούντων, καὶ ἐρεσ σοντων,
12
καὶ ὀρχουμένων, καὶ πᾶν ὁτιοῦν ἐνεργούντων
13
ἐπιστατεῖ τε καὶ ἄρχει καὶ προστάττει.