11
Κεφ. ιστʹ.Ἀλλὰ τί τὸ πρώτως ἐστὶν ὑπὸ τοῦ τεχνίτου
12
γιγνόμενον, ὁ λόγος ἐπόθει θηρᾶσαι. καὶ δὴ φαίνεται σαφῶς
13
ἤδη διὰ τῶν εἰρημένων ἡ μὲν τέχνη τὴν ὑγίειαν ἐργαζομένη,
14
ταύτῃ δ’ ἐξ ἀνάγκης ἐνέργειά τε καὶ τὸ φυσικὸν
15
κάλλος ἀκολουθεῖ. ὅπου γὰρ πρῶτον ἐνεργῶν ὁ τεχνίτης
16
ἵσταται, τοῦτ’ ἔστιν αὐτοῦ τὸ τέλος, ἵσταται δὲ ἐν τῷ τὴν
17
κατὰ φύσιν ἐργάσασθαι διάθεσιν, ἀφ’ ἧς ἐνεργοῦμεν, ὅπερ 5.834
1
ἦν ὑγίεια, ταύτην δ’ ἐργασάμενος οὐδὲν ἔτι πονεῖ περὶ
2
τὴν ἐνέργειαν, ἢ τὸ κάλλος, ἕπεται γὰρ ἐξ ἀνάγκης ἐκεῖνα,
3
κᾂν ὁ τεχνίτης μὴ θέλῃ, καὶ κωλῦσαί γ’ αὐτὰ τῷ τεχνίτῃ
4
παντάπασιν ἀδύνατον, ἅπαξ γε τὴν ὑγίειαν ἐργασαμένῳ,
5
αὐτὴν μέντοι τὴν ὑγίειαν ἐπ’ αὐτῷ κωλύειν ἐστίν. εἰ δέ
6
γε πῃ διαφθείρειεν αὐτὴν, οὐκ ἔστιν ἐπ’ αὐτῷ τὴν κατὰ
7
φύσιν ἐνέργειαν ἢ τὸ κάλλος ἐκπορίσαι τῷ σώματι. τὴν
8
οὖν περὶ τὸ σῶμα τέχνην, ἥτις ἂν ᾖ, περὶ μὲν τὴν
9
ὑγίειαν ἁπάντων πρώτην τε καὶ καθ’ ἑαυτὴν πραγματεύεσθαι
10
φατέον, ἐφεξῆς δὲ κατά τι συμβεβηκὸς τήν τ’ ἐνέργειαν
11
καὶ τὸ κάλλος, οὐ μὴν ἀτελές γέ τι τούτων οὐδὲν,
12
οὐδ’ ἐλλιπὲς, ἀλλὰ τέλεα, καὶ πλήρη, καὶ ἄκρα. ὅπως
13
μὲν οὖν ἐστι πολλὰ τοῦ σώματος ἀγαθὰ, καὶ πῶς ἓν, ὅτι
14
τε μὴ πάντων ὡσαύτως ἡ περὶ τὸ σῶμα τέχνη πεφρόντικεν,
15
ἀλλὰ τοῦ μὲν καθ’ αὑτὸ, τοῦ δὲ κατὰ συμβεβηκὸς, αὐτάρκως
16
δέδεικται.