Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. Thrasybulus sive utrum medicinae sit an gymnasticae hygiene (Thrasyb.)
urn:cts:greekLit:tlg0057.tlg033
Πρὸς Θρασύβουλον βιβλίον, πότερον ἰατρικῆς ἢ γυμναστικῆς ἐστι τὸ ὑγιεινόν
Thrasybule ou Si l’hygiène relève de la médecine ou de la gymnastique
Thrasybulus (Thras.)
editio(nes) critica(e): Helmreich, 1893
translatio Latina: Ad Thrasybulum liber, utrum medicinae sit an gymnastices hygieine, 1823, vol. 5, pp. 806-898. urn:cts:greekLit:tlg0057.tlg033.verbatim-lat1
translationes recentiores Johnston, 2018 (grc;eng); Nieto Ibañez, 2005 (grc;spa); Singer, 1997 (eng); Englert, 1936 (deu)


4 Κεφ. στʹ.Τῆς μὲν ἰατρικῆς ὑγιείας ποίησιν, οὐ σωτηρίαν
5 τε καὶ φυλακὴν, ὑποθεμένοις τὸ τέλος, τῆς γυμναστικῆς
6 δὲ τὴν εὐεξίαν, καὶ γὰρ αὖ καὶ ζήτημ’ ἄλλο πρὸς
7 τοῖς εἰρημένοις οὐ σμικρὸν ἀναφυήσεται. ἀναγκασθήσεται
8 γάρ τις, οἶμαι, καθάπερ ἐπὶ τῆς ὑγείας, οὕτω κᾀπὶ τῆς
9 εὐεξίας ἑτέραν μὲν τὴν φυλακτικὴν αὐτῆς τέχνην ἀποφαίνειν,
10 ἑτέραν δὲ τὴν  δημιουργικήν. ἀλλ’ εἰ τοῦτο, δύο ἄλλας
11 τέχνας ἐξ ἀνάγκης ζητήσομεν, ἑτέραν μὲν τῆς ἰατρικῆς, τὴν
12 τῆς ὑγείας φυλακτικὴν, ἑτέραν δὲ τῆς γυμναστικῆς, τὴν τῆς
13 εὐεξίας διασωστικήν. καὶ μὲν δὴ καὶ διττῆς οὔσης τῆς
14 εὐεξίας, ὡς ἐν ἄλλοις ἀποδέδεικται, ποτέρας αὐτῶν γυμναστικὴ
15 δημιουργός ἐστιν, χαλεπὸν ἔσται διελεῖν. ἆρά γε
16 τῆς κατὰ φύσιν, τῆς ἀθλητικῆς; δῆλον ὡς δύο ἄλλας
17 ἡμῖν τέχνας ἀναγκαῖόν ἐστι ζητεῖν; καὶ δὴ καὶ σύμπασαι τὸν
18 ἀριθμὸν ἓξ γενήσονται, τρεῖς μὲν αἱ δημιουργοῦσαι τὰ τέλη, 5.814
1 τρεῖς δὲ αἱ φυλάττουσαι. τριῶν γὰρ ὑποκειμένων τελῶν,
2 ὑγιείας, εὐεξίας τῆς κατὰ φύσιν, εὐεξίας τῆς τῶν ἀθλητῶν,
3 εἰς τοσοῦτον ἀνάγκη τὸν ἀριθμὸν ἐξήκειν τὰς τέχνας. καὶ
4 μὴν, εἴπερ τῷ διαφέρειν τὰς εὐεξίας ἀλλήλων τε καὶ τῆς
5 ὑγιείας διαφόρων δεήσονται τῶν τεχνῶν, ἀνάγκη πᾶσα, καὶ
6 τῆς ὑγιείας οὔσης διττῆς, ἑτέρας μὲν τῆς καθ’ ἕξιν, ἑτέρας
7 δὲ τῆς κατὰ σχέσιν ὀνομαζομένης, διττὰς εἶναι καὶ τὰς
8 τέχνας. οὐ γὰρ δὴ πλέονι μὲν εὐεξία τῆς καθ’ ἕξιν
9 ὑγείας, ἐλάττονι δὲ τῆς κατὰ σχέσιν ὑπερέχει.