14
Κεφ. εʹ. Καὶ νὴ Δι’, εἴ τις ἐρωτηθεὶς, ὅ τί
15
ποτ’ ἐστὶν ἰατρικὴ, φαίη τέχνην εἶναι, θεραπευτικὴν μὲν
16
νοσούντων, φυλακτικὴν δὲ ὑγιαινόντων, ἄντικρυς ἂν οὗτος
17
δοκοίη τὸ ζητούμενον εἰληφέναι, μέρος αὐτῆς ἀποφαίνων 5.811
1
τὸ ὑγιεινόν· ὥσπερ αὖ καὶ ὅστις ἰατρικὴν μὲν ἀῤῥωστούντων
2
μόνον εἶναι λέγει τὴν ἰατρικὴν, ἑτέρῳ τρόπῳ καὶ οὗτος
3
ἐξ ἑτοίμου λαμβάνει τὸ ζητούμενον, ἀφαιρῶν αὐτῆς τὸ ὑγιεινόν.
4
οὕτω δὲ καὶ τὴν γυμναστικὴν εἴ τις ὑγείας φυλακτικὴν φήσειεν,
5
ἐκ προχείρου τὸ ζητούμενον λήψεται· ὥσπερ γε καὶ ὃς ἂν εὐεξίας
6
αὐτὴν ἀποφαίνηται δημιουργὸν, ἑτέρῳ τρόπῳ καὶ ὅδε τὸ
7
ζητούμενον ὡς ὁμολογούμενον θήσεται. χρὴ γὰρ, εἴθ’ ὁρισμόν
8
τις τῆς τέχνης εἶθ’ ὑπογραφὴν ἐγχειρήσειεν ἀποδιδόναι,
9
μὴ τὸ ζητούμενον ἀναποδείκτως τοῦτον ἀναιρεῖν ἢ τίθεσθαι,
10
ἀλλ’ ἑτέρωθέν ποθεν ἒξ ὁμολογουμένων ἀρξάμενον
11
ἀποδεικνύναι πειρᾶσθαι. ἆρ’ οὖν ἄμεινον ἰατρικὴν μὲν εἶναι
12
λέγειν, ἧς τέλος ἡ ὑγίεια, γυμναστικὴν δὲ, ἧς τέλος εὐεξία,
13
καὶ ταύτας τὰς ὑπογραφὰς ἀρχὰς τίθεσθαι τῆς ζητήσεως;
14
ἀλλά τοι καὶ οὕτως ἐκ προχείρου μὲν τῆς γυμναστικῆς
15
ἀφαιρησόμεθα τὸ ὑγιεινὸν, ἐπὶ δὲ αὖ τῆς ἰατρικῆς ἔτ’
16
ἄδηλόν τε καὶ ζητούμενον ἀπολείψομεν. εἰ γὰρ δὴ τέλος ἡ
17
ὑγεία τῆς τέχνης ἐστὶ ταύτης, τάχ’ ἂν ἔχοι λαβὴν ὁ λόγος 5.812
1
εἰς διορισμὸν, οὐ φυλακὴν τῆς οὔσης, ἀλλὰ ποίησίν τε καὶ
2
γένεσιν τῆς οὐκ οὔσης τέλος εἶναι τιθέμενος αὐτῆς. εὐπορία
3
γὰρ εἰς ἑκάτερον ἐντεῦθεν ἐπιχειρεῖν ἐπαγωγαῖς χρώμενον,
4
εἰ μὲν τῆς αὐτῆς τέχνης τό τε ποιῆσαί τι πρότερον
5
οὐκ ὂν καὶ τὸ φυλάξαι σῶον, ἐπειδὰν γένηται, δεικνύναι
6
βουληθείημεν, οἰκοδομικῆς τε καὶ ναυπηγικῆς καὶ τεκτονικῆς
7
τε καὶ χαλκευτικῆς μνημονεύοντες, εἰ δ’ ἄλλης μὲν τὸ
8
δημιουργεῖν, ἄλλης δὲ τὸ διαφυλάττειν σῶον, ὑφαντικῆς τε
9
καὶ ῥαπτικῆς, καὶ πρὸς ταύταις σκυτοτομίας τε καὶ νευροῤῥαφίας·
10
οὕτω γὰρ ὀνομάζουσιν τὴν τὰ πεπονηκότα τῶν
11
ὑποδημάτων ἐπανορθουμένην. ἄλλου μὲν γὰρ εἶναι δοκεῖ
12
τεχνίτου ποιεῖν ἱμάτιον, ἄλλου δὲ ἠπήσασθαι ῥαγὲν, ὥσπερ
13
αὖ καὶ ὑπόδημα δημιουργῆσαι μὲν τοῦ σκυτοτόμου, πονῆσαν
14
δὲ ἐπανορθώσασθαι τοῦ νευροῤῥάφου. δέδεικται δὲ
15
ἡμῖν ἐν τοῖς περὶ ἀποδείξεως, ὡς οὐ χρηστέον ἐπαγωγαῖς
16
εἰς ἀποδείξεις ἐπιστημονικάς. ὥσθ’, ὅστις ἐν ἐκείνοις ἐγυμνάσατο, 5.813
1
καταφρονήσει μὲν τῆς τοιαύτης ὁδοῦ, ζητήσει δ’
2
ἑτέραν βελτίω· ὁ μὴ γυμνασάμενος δὲ, θάτερον τῶν μερῶν
3
ἑλόμενος, ὁπότερον ἂν βουληθῇ, δι’ ὅλης ἡμέρας ἐρίζειν ἔξει.