Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. Thrasybulus sive utrum medicinae sit an gymnasticae hygiene (Thrasyb.)
urn:cts:greekLit:tlg0057.tlg033
Πρὸς Θρασύβουλον βιβλίον, πότερον ἰατρικῆς ἢ γυμναστικῆς ἐστι τὸ ὑγιεινόν
Thrasybule ou Si l’hygiène relève de la médecine ou de la gymnastique
Thrasybulus (Thras.)
editio(nes) critica(e): Helmreich, 1893
translatio Latina: Ad Thrasybulum liber, utrum medicinae sit an gymnastices hygieine, 1823, vol. 5, pp. 806-898. urn:cts:greekLit:tlg0057.tlg033.verbatim-lat1
translationes recentiores Johnston, 2018 (grc;eng); Nieto Ibañez, 2005 (grc;spa); Singer, 1997 (eng); Englert, 1936 (deu)


13 Κεφ. μʹ.Καὶ εἴ τις, ὅπερ καὶ πρόσθεν εἶπον, αὐτὸ
14 δὴ τοῆτο γιγνώσκων, ὅτι μὴ καὶ περὶ πράγματος λόγος,
15 ἀλλ’ ὀνόματός ἐστιν, ἐμὲ κελεύσειεν ἀποφαίνεσθαί τι καὶ
16 περὶ τοῦδε, βέλτιον ὀνομάζειν ἐρῶ τοὖς δύο τὰ πρῶτα μόρια
17 φάσκοντας τῆς ὕλης τέχνης ὑγιεινόν τε καὶ θεραπευ.
18 τικὁν, εὕ γ’ ἐν ταῖς μεθόδοις ταῖς διαιρετικαῖς ἐμάθομεν 5.883
1 ἀντιδιαιρεῖν ἀλλήλοις ὁμογενῆ πράγματα. τῷ γὰρ, εἰ τύχοι,
2 τῶν ζώων εἰπόντι τὰ μὲν ἐναέρια, τὰ δ’ ἔνυδρα, προσθεῖσ·αι
3 τούτοις τὰ λογικὰ προφανῶς ἄτοπον. μὲν γὰρ προτέρα
4 διαίρεσις ἔμπυρά τε καὶ ἔγγεια προσκεῖσθαι ποθὲν
5 ταῦτα γὰρ ἀνάλογόν ἐστι τοῖς ἐναερίοις τε καὶ ἐνυδροις·
6 δ’ αὖ δευτέρα τοῖς λογικοῖς ἀντιδιαιρεῖσθαι βούλεται τὰ
7 ἄλογα. κατὰ ταὐτὰ δὲ καὶ τῷ μὲν θνητῷ τὸ ἀθάνατον,
8 ἀγρίῳ δὲ τό ἢμερον, καὶ πεζῷ τὸ πτηνὸν καὶ τὸ
9 νηκτόν· ἐσχάτη γὰρ ἀτοπία τῶν ζώων, εἰ τύχοι, τὰ μὲν
10 ἀθάνατα λέγειν εἶναι, τὰ δὲ πεζὰ, τὰ δὲ δίπρδα. κατὰ
11 δὲ τὸν αὐτὸν τρόπον ἐπὶ τῆς περὶ τὸ σῶμα τέχνης, εὕ τις
12 ἐθέλοι τέμνων ἐξευρίσκειν τὰ μόρια, τὸ μὲν τοὺς νοσοῦντας
13 ἰώμενον ἰατρικῆς τέχνης λεχθήσεται, τὸ δὲ τῶν ὑγιαινόντων
14 προνοούμενον ὑγιεινῆς. καὶ τούτου γ’ ἔτι κάλλιον,
15 ὡς ἡμεῖς ἔμπροσθεν ἐλέγομεν, τῆς. περὶ τὸ σῶμα τέχνης
16 ἐπανορθωτικῆς τινος οὔσης, τὸ μὲν κατά μεγάλα τὴν ἔπει,όρθωσιν
17 ποιούμενον ἰατρικόν τε καὶ ἰατρικὴ ὀνομασθήσεται;
18 τὸ δὲ κατὰ σμικρὰ, καὶ διὰ τοῦτο λανθάνον, εἰ 5.884
1 τὴν ἀρχὴν ἐπανορθοῦται, φυλακτικόν. ἔτι δὲ κάλλιον ὀνομάσεις
2 ἀπὸ τῶν ὑλῶν αὐτὰ, νοσερὸν μὲν τὸ ἔτερσν, ὑγιεινὸν
3 δὲ θάτερον. εἰ δ’ αὖ πάλιν ἐθέλοις τάμνειν τὸ ὑγιεινὸν
4 φυλακτικὸν, (εἴρηται γὰρ, ὡς ἑκατέρως ἐγχωρήσει προσαχορεύειν,)
5 ἀπὸ μὲν τῆς ὑποκειμένης ὕλης εἰς τρία τεμεῖς,
6 ὡς ἔμπροσθεν εὕρηται, τό τ’ ἀναληπτικὸν ὀνομαζόμενον, καὶ
7 τὸ κατ’ εἶδος ὑγιεινὸν, καὶ πρὸς τούτοις τὸ εὐεκτικόν.
8 ὑποβεβληται γὰρ  ἴδιος ἑκάστῳ τῶν εἰρημένων ὕλη,
9 τῷ μὲν τὸ κατὰ σχέσιν ὑγιαῖνον σῶμα, τῷ δὲ τὸ καθ’
10 ἕξιν, τῷ τρίτῳ δὲ τὸ καλούμενον εὐεκτικόν· συμβέβηκε
11 γὰρ ὁμωνύμως λέγεσθαι τοῖς μορίοις τῆς τέχνης αὐτὰ τὰ σώματα.
12 κατὰ δὲ τὰς ὕλας τῶν βοηθημάτων εἶπερ τομή σοι
13 γένοιτο, τετραχῇ διαιρήσεις τὴν φυλακτικήν τε καὶ ὑγιεινήν
14 ταύτην τέχνην. ἔσται γὰρ αὐτῆς μὲν ἐν προσφερομένοις,
15 δὲ ἐν ποιουμένοις, δὲ ἐν κενουμένοις, δὲ ἐν τοῖς
16 ἔξωθεν προσπίπτουσιν ἀναστρεφομένη· διὰ τούτων γὰρ
17 ὑγίεια φυλάττεται. τὸ μὲν οὖν ἐν  τοῖς προσφερομένοις
18 τῆς ὑγιεινῆς τέχνης μέρος ἐδεσμάτων τ’ ἐστὶ καὶ πομάτων 5.885
1 ἐπιστήμη τῶν εἰς ὑγιείας φυλακὴν ἀνηκόντων, τὸ δ’ ἐν
2 τοῖς κενουμένοις ἱδρώτων τε καὶ διαχωρημάτων, οὔρων τε
3 καὶ ὅλως ἁπάντων τῶν ἐκ τοῦ σώματος ἡμῶν ἐκκενοῦσθαι
4 δεομένων, τὸ δὲ τῶν ἔξωθεν προσπιπτόντων ἀέρος, ὕδατος,
5 ἅλμης, θαλάττης, ἐλαίου τῶν τε ἄλλων ἁπάντων τῶν
6 τοιούτων. ἔτι δὲ τὸ τέταρτόν τε καὶ λοιπὸν ὅπερ ἐν τοῖς
7 ποιουμένοις ἐτέτακτο μέρος τῆς τέχνης ἐν γυμνασίοις ἐστὶ
8 καὶ τοῖς καλουμένοις ἐπιτηδεύμασιν. καὶ γὰρ ἐγρήγορσις,
9 καὶ ἀγρυπνία, καὶ ὕπνος, καὶ ἀφρόδισιά τε καὶ θυμὸς, καὶ
10 φροντὶς, καὶ λουτρὸν ἐκ τούτου τοῦ γένους ἐστὶν, καὶ χρὴ
11 διαγινώσκειν τῶν ὑγιεινῶν ἑκάστου τῶν εἰρημένων ποσότητά
12 τε καὶ ποιότητα, καὶ καιρόν.