3
Κεφ. ιβʹ.Εἰ μὲν οὖν ἄλλο τι τὴν εὐεξίαν οἴεταί τις
4
εἶναι παρὰ τὴν τελείαν ὑγίειαν, ἄλλην μὲν τέχνην ὑγιείας,
5
ἄλλην δ’ εὐεξίας ζητείτω· εἰ δὲ ἓν καὶ ταὐτόν ἐστιν ἄμφω,
6
μίαν ἀνάγκη καὶ τέχνην εἶναι. πῶς οὖν ἓν καὶ ταὐτόν
7
ἐστιν εὐεξία τε καὶ ἡ παντελὴς ὑγίεια; πρῶτον, εἴπερ τὴν
8
ταύτης αἰτίαν κατασκευὴν τὴν αὐτὴν δήπου καὶ τῆς
9
εὐεξίας εἶναι πεπιστεύκαμεν, ἄμφω ταὐτὸν ἔσται· δεύτερον
10
δὲ ἐξ αὐτῆς τῆς οὐσίας. εὐεξία μὲν γὰρ οὐδὲν ἄλλο ἐστὶν,
11
ἢ εὖ ἔχουσα ἕξις, ἡ δὲ ἕξις διάθεσίς ἐστι μόνιμος, ὥστε, οὗπερ
12
ἕξις, τούτου καὶ εὐεξία, πρός τι δ’ ἄμφω. λέγεται δ’ οὖν
13
τις ἕξιν ἔχειν ἐν γραμματικῇ, καὶ ἄλλος ἐν ἀριθμητικῇ, καὶ
14
ἄλλος ἐν γεωμετρίᾳ, καὶ ἄλλος ἐν ἀστρονομίᾳ, καὶ καθ’
15
ἕκαστον τῶν ὄντων, ὅταν ἡ διάθεσις δύσλυτος ᾖ, ἕξις
16
ὀνομάζεται. διαφερέτω δὲ μηδὲν ἔν γε τῷ παρόντι,
17
διάθεσιν ὀνομάζειν, ἢ σχέσιν. εἴπερ οὖν, οὗπερ ἕξις, τούτου 5.825
1
καὶ εὐεξία, τινὸς δὲ ἡ ἕξις δηλονότι, καὶ ἡ εὐεξία τινὸς,
2
καὶ τοῦ αὐτοῦ γε, οὗ καὶ ἡ ἕξις. ἀλλ’ ἡμῖν νῦν οὐ περὶ τῆς
3
γεωμετρικῆς ἕξεως, ἢ μουσικῆς, ἢ γραμματικῆς, ἀλλὰ περὶ
4
τῆς ὑγιεινῆς ὁ λόγος ἐστίν. οὐκοῦν, ὅταν εἴπωμεν εὐεξίαν,
5
οὐ γραμματικὴν, ἢ μουσικὴν, ἢ γεωμετρικὴν, ἀλλ’ ὑγιεινὴν
6
λέγομεν. εὐθὺς δὲ αὐτὸ τοῦτο παρορῶσιν οἱ πολλοὶ καὶ
7
νομίζουσιν, τὸ τῆς εὐεξίας ὄνομα τῷ τῆς ὑγιείας ὁμοίως
8
λέγεσθαι. καίτοι τὸ μὲν τῆς ὑγιείας ὄνομα διαθέσεώς
9
τινός ἐστιν, τὸ δὲ τῆς εὐεξίας οὐχ ἁπλῶς τὴν διάθεσιν,
10
ἀλλὰ τὸ κατ’ αὐτὴν ἄριστόν τε καὶ μόνιμον ἐνδείκνυται.
11
ἀρίστη ἐστὶν ἕξις ἐκείνης τῆς διαθέσεως, ἣν ὑγίειαν ὀνομάζομεν,
12
ἢ εὐεξίαν. οὐκοῦν (αὖθις γάρ που καὶ αὖθις
13
ἀνάγκη ταὐτὸν εἰπεῖν, εἰ μέλλει τις ἐξαιρήσεσθαι τῶν
14
πολλῶν ἄγνοιαν παλαιὰν,) οὔτε διαθέσεως, οὔτε κατασκευῆς,
15
οὔτ’ ἐνεργείας ἐστὶ τὸ τῆς εὐεξίας ὄνομα δηλωτικὸν, ὥσπερ
16
οὖν οὐδὲ τὸ τῆς ἕξεως, ἀλλὰ τοῦτο μὲν αὐτοῦ μόνου τοῦ 5.826
1
δυσλύτου τε καὶ μονίμου τῆς διαθέσεως, ἡ δ’ εὐεξία πλέον
2
οὐδὲν αὐτῷ προστίθησι τοῦ εὖ. σύγκειται οὖν ἐκ τοῦ τῆς
3
ἕξεως στόματος τὸ εὖ προσλαβόντος, ὅπερ εἰώθαμεν
4
ἐπαινοῦντες ἅπασιν ἐπιφέρειν, ὅσα καλῶς καὶ κατὰ τὴν
5
οἰκείαν ἀρετὴν διάκειται. τίνος οὖν ὀρεγόμεθα, καὶ τί τῷ
6
σώματι διὰ παντὸς ὑπάρχειν βουλόμεθα; πότερον διάθεσιν
7
ὑγιεινὴν αὐτὸ τοῦτο μόνον ἴσχειν, ἢ τοῦτό γε παραπλήσιον
8
τῷ ζητεῖν, ἆρά γε οἰκίας μοχθηρὰς καὶ μελλούσης ὅσον
9
οὔπω καταπεσεῖν χρῄζομεν, ἢ καὶ πρὸς τὴν χρείαν, ἧς
10
ἕνεκα γέγονεν, ἄριστα διακειμένης καὶ ὡς ἔνι μάλιστα πολυχρονιωτάτης;
11
οὐδεὶς γάρ ἐστιν οὔτ’ ἐλλιπῶς οὔτ’ ὀλιγοχρονίως
12
ὑγιαίνειν βουλόμενος. ἀλλ’ οὐδ’ ἐστί τις ὅλως
13
τέχνη σκοπὸν ἔχουσα τὸ χεῖρόν τε καὶ ὀλιγοχρονιώτερον,
14
ἀλλ’, ὅπερ ἂν ἐκ τῆς αὐτῆς ὕλης ἄριστόν τε μέλλῃ καὶ
15
πολυχρονιώτατον ἔσεσθαι, τοῦτο ταῖς ποιητικαῖς ἁπάσαις
16
τέχναις ὁ σκοπός. οὐ μὴν οὐδὲ τέλος ἄλλο τι παρὰ τὴν
17
ἐπιτυχίαν ἐστὶ τοῦ σκοποῦ, καὶ δῆλον ἐκ τῶν εἰρημένων, 5.827
1
ὡς καὶ τέλος ἕν ἐστιν τῆς περὶ τὸ σῶμα τέχνης καὶ σκοπὸς
2
εἷς. εἴτ’ οὖν ἀρτιότητά τις ἐθέλει τὸν σκοπὸν τοῦτον ὀνομάζειν,
3
εἴτ’ εὐεξίαν, εἴθ’ ὑγείαν, εἴτε τὴν κατὰ φύσιν
4
κατασκευὴν τοῦ σώματος, εἴτε τὴν κατὰ φύσιν ἐνέργειαν,
5
εἴτε διάθεσιν, ἢ κατασκευὴν, ἀφ’ ἧς ἐνεργοῦμεν τελέως
6
ταύτας τὰς κατὰ φύσιν ἐνεργείας, οὐδὲν εἴς γε τὰ παρόντα
7
δέομαι διαιρεῖν.