Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. Thrasybulus sive utrum medicinae sit an gymnasticae hygiene (Thrasyb.)
urn:cts:greekLit:tlg0057.tlg033
Πρὸς Θρασύβουλον βιβλίον, πότερον ἰατρικῆς ἢ γυμναστικῆς ἐστι τὸ ὑγιεινόν
Thrasybule ou Si l’hygiène relève de la médecine ou de la gymnastique
Thrasybulus (Thras.)
editio(nes) critica(e): Helmreich, 1893
translatio Latina: Ad Thrasybulum liber, utrum medicinae sit an gymnastices hygieine, 1823, vol. 5, pp. 806-898. urn:cts:greekLit:tlg0057.tlg033.verbatim-lat1
translationes recentiores Johnston, 2018 (grc;eng); Nieto Ibañez, 2005 (grc;spa); Singer, 1997 (eng); Englert, 1936 (deu)


10 Κεφ. ιδʹ.Ὧι καὶ δῆλον, ὡς οὔτε πολλὰ τὰ τοῦ σώματος
11 ἀγαθὰ χρὴ ποιεῖν, οὔτ’ ἄλλην μέν τινα αὐτοῦ δημιουργὸν,
12 ἄλλην δὲ φύλακα. τῷ μὲν δὴ σκοπεῖσθαι δυναμένῳ
13 διὰ κεφαλαίων τὸ σύμπαν οὐδὲν ἔτι προσδεῖ· τῷ δὲ
14 τοῦτο μὴ δυναμένῳ δρᾶν, καὶ πάντ’ ἐξαλεῖψαι τῆς διανοίας,
15 ὅσα τοῖς κακῶς ὑπειλημμένοις ἕπεται, δεομένῳ, παμπόλλων
16 ἔθ’ ἡγοῦμαι δεῖν. ὅτι τε γὰρ οὐχ ἕν ἐστιν τὸ
17 τοῦ σώματος ἀγαθὸν, ἀλλὰ καὶ ὑγίειά τε καὶ ῥώμη καὶ
18 κάλλος, ὅτι τε δυνατὸν ἑτέραν μὲν εἶναι δημιουργὸν τούτου 5.829
1 τέχνην, ἑτέραν δὲ φυλακτικὴν, καὶ ὅσα ἄλλα τούτοις
2 ἑπόμενα κακῶς ἐγνώκασιν ἔνιοι, διελέγξαι χρή. καὶ πρῶτόν
3 γε, ὅτι τοῦ σώματος ἓν ἀγαθόν ἐστιν, διελθεῖν ἄμεινον
4 πρώτως τε καὶ κυρίως λεγόμενον, ἐφ’ πάντα τὴν ἀναφορὰν
5 ἔχει. τὰ δ’ ἄλλα τὰ λεγόμενα σώματος ἀγαθὰ, τὰ μὲν
6 ὡς μόρια ἐκείνου λέγεται, τὰ δ’ ὡς αἴτια, τὰ δ’ οἷον καρπός
7 τις. ὥσπερ γὰρ τὸ κάλλος τ’ εὔχροια καὶ εὐσαρκία
8 καὶ συμμετρία, καθάπερ καὶ ἄλλα τινὰ, συμπληροῖ,
9 τί κωλύει καὶ τὸ τοῦ σώματος ἐξ ὑγείας καὶ ῥώμης καὶ
10 κάλλους συμπληροῦσθαι; τί δὲ κωλύει πάλιν αὐτοῦ μὲν τοῦ
11 σώματος ἀγαθὸν εἶναι τὴν ὑγίειαν, οἷον δὲ καρπόν τινα
12 τὸ κάλλος αὐτοῦ καὶ τὴν ἐνέργειαν ὑπάρχειν; τί δὲ κωλύει,
13 τὴν μὲν ἐνέργειαν εἶναι τὸ πρῶτον ἀγαθὸν τοῦ σώματος,
14 αἰτίαν δ’ αὐτοῦ τὴν ὑγίειαν; οὐ γὰρ ἐξ ἄλλων μέν
15 τινων ὑγιαῖνον ἀκριβῶς ἔσται σῶμα, δι’ ἄλλων δ’ ἰσχυρὸν,
16 καλὸν αὐτὸ μέλλει ποιήσειν· εὐθὺς δὲ τοῦτο καὶ ἀκριβῶς
17 ὑγιεινόν.

5.830