4
Κεφ. μζʹ. Τί ποτ’ οὖν, φήσεις, ἰατρούς όνομάζομεν
5
Ἱπποκράτην τε καὶ τὸν ἀπ αὐτοῦ χορὸν, εὶπερ οὐ κατὰ
6
πάσης τῆς περὶ τὸ σῶμα τεχνης τοὔνομα φέρομεν, ἄλλα
7
κατὰ μόνου τοῦ μέρους αὐτῆς, ὅ τοὺς κάμνοντας ἰᾶται ;
8
φαίνεται μὲν γὰρ ὅλην μεταχειρισάμενος τὴν τέχνην, ὡς
9
μηδὲ τὸ περὶ τὰ γυμνάσια μέρος αὐτῆς ἀπολιπεῖν. ὅτι,
10
πρώτου συστάντος ὕλης τῆς τεχνης μέρους τοῦ θεραπευτικοῦ,
11
διότι καὶ μάλιστα κατήπειγεν, ὕστερον δὲ κατὰ πολλὴν
12
σχολὴν αὐτῷ προστεθέντος τοῦ φυλακτικοῦ τε καὶ ὑγιεινοῦ
13
προσαγορευομένου, τὴν ὅλην τέχνην ἀπὸ τοῦ μέρους ὀνομασθῆναι
14
συνεβη, καθάπερ ἐπ’ ἄλλων πολλῶν ἐγένετο. καὶ
15
γὰρ γεωμέτρας ὀνομάζομεν οὐ τοὺς περὶ τῶν ἐπιπέδων σχημάτων
16
μόνον, ἀλλὰ καὶ τοὺς περὶ τῶν στερεῶν ὲπισταμένους,
17
οὐδ’ ἔστιν οὐδ’ εἶς νῦν, ὥσπερ γεωμέτρης, οὕτως καὶ
18
στερεομέτρης ὀνομαζόμενος, ἀλλ’ ἐκλέλοιπε τοὔνομα· καθάπερ 5.897
1
καὶ τὸ τῶν ὑγιεινῶν, οὐ τῶν σωμάτων, οὐδὲ τῶν
2
διαιτημάτων λέγω τῶν ὑγιεινῶν, ἀλλὰ τῶν ἐπισταμένων ἀνδρῶν
3
ταῦτα, τῶν ὑπ’ Ἐρασιστράτου τοῖς ἰατροῖς ἀντιδιῃρημένων.
4
ὡσαυτως δὲ καὶ τριήραρχας μὲν ωνομαζον οἱ παλαιοὶ
5
τοὺς ἄρχοντας τῶν τριήρων, νῦν δ’ ἤδη πάντας
6
οὕτως καλοῦσιν τοὺς ὁπωσουν ἡγουμένους στόλου ναυτικοῦ,
7
κἢν μὴ τριήρεις ὦσιν αἱ νῆες. ὔμοιόν τι τούτῳ περὶ τὴν
8
ἰατρικὴν ἐγένετο καὶ τοὺς ἰατρούς· ἀπὸ γὰρ τοῦ πρώτου
9
συστάντος μέρους ὅλην τε τὴν περὶ τὸ σῶμα τέχνην ὀνομασθῆναι
10
συνέβη τοῦ χρόνου προιόντος ἰατρικήν, αὐτόν τε
11
τὸν ἐπιστήμονα τῆς τέχνης ἰατρόν. οὐκοῦν οὐδ’ ἀπεικός
12
ἐστιν ἐρωτηθέντα τινὰ νῦν, ἧςτινόςἧστινόςἐστι τέχνης μέρος τὸ ὑγιεινὸν,
13
ἀποκρίνασθαι τῆς ἰατρικῆς. ἐκταθείσης γὰρ ἐπὶ πλέον
14
τῆς προσηγορίας καὶ μηκέτι τὸ μέρος, ἀλλ’ ὅλην τὴν περὶ
15
τὸ σῶμα τέχνην σημαινούσης, Ἱπποκρατης τε δικαίως καὶ
16
οἱ νῦν ἅπαντες ἰατρὸν ὀνομάζουσιν, ιὸασί τε μόρια τῆς
17
τέχνης αὐτῆς δύο τὰ μέγιστα, θεραπευτέον τε καὶ ὑγιεινόν·
18
αὐτοῦ δ’ αὖ πάλιν τοῦ ὑγιεινοῦ μέρους ἰσασι τὸ γυμναστικὸν, 5.898
1
ὡς καὶ πρόσθεν ἐπιδέδεικται. καθάπερ οὖν Ἱπποκράτης
2
καὶ Διοκλῆς καὶ Πραξαγόρας καὶ Φιλότιμος καὶ ίίρδ’
3
φίλος ὕλης τῆς περὶ τὸ σῶμα τέχνης ἐπι στήιιοπς
4
ἦσαν, ὡς δηλοῖ τὰ γράμματα αὐτῶν, οὕτως αὖ πάλιν οἱ
5
περὶ Θέαινα καὶ τρύφωνα τὴν περὶ τοὖς ἀθλητὰς κακοτεχνίον
6
μεταχειρίσαντες, καθάπερ αὖ καὶ τὰ τούτων δηλοῖ
7
συγγράμματα, παρασκευήν τέ τινα γυμνάσιον ὀνομαζόντων,
8
καὶ αὖθις ἕτερόν τι μερισμὸν, ἔπειτα ἄλλο τι τέλειον,
9
ἀποθεραπείαν δ’ ἄλλο, καὶ ζητούντων, εἴτε κατὰ τὴν τοιαύτην
10
περίοδον ἀσκητέον ἐστὶ καὶ γυμναστέον τὸν ὰθλητνν,
11
εἴτε ἀμφισβητούντοιν, ἀκούσω μέρος εἶναι τῆς ἑαυτῶν τέχνης
12
τὸ ὑγιεινήν. ὅπου γὰρ οὐδὲ τῆς ὄντως γυμναστικὰς μέρος
13
ἐστὶν, ἀλλ’ ἔμπαλιν ἐκείνη μέρος ὑγιεινοῦ, τί χρὴ περὶ τῖς
14
τούτων κακοτεχνίας ἀμφιβάλλειν, ἥ μήτε μέρος ἐστὶν ὅλως
15
τῆς περὶ τὸ σῶμα τέχνης, ἐπιτηδεύματός τε προέστηκεν, οὐχ
16
ὑπὸ Πλάτωνος μόνον ἢ Ἱπποκράτους, ἀλλὰ καὶ τἀν ὄλλων
17
ἁπάντων ἰατρῶν τε καὶ φιλοσόφων ἀτιμαζομένου ;