4
Κεφ. λʹ. Ἀλλ’ ὅτι μὲν ἡ περὶ τὸ τοῦ σώματος
5
ἀγαθὸν τέχνη μία πάντως ἐστὶν, ἐκ τε τῶν εἰρημένων ἔμπροσθεν
6
αὐτάρκως οἶμαι δεδεῖχθαι, κἀκ τῶν ἑξῆς ῥηθησομένων
7
οὐδὲν ἧττον δειχθήσεται. οὐ μὴν ὅ τί γε προσῆκεν
8
ὀνομάζειν αὐτὴν, ἤδη πω πέφανται. τάχα γὰρ οὔτ᾿ ἰατρικὴν,
9
οὔτε γυμναστικὴν, ἀλλ’ἔτερόν τι. τάχα δ’ οὐκ ἔστιν
10
ὕλιος ὄνομα τῆς τέχνης ἐκείνης, ὥσπερ οὐδ’ ἄλλων πολλῶν.
11
ἀλλὰ τοῦτο μὲν ὀλίγον ὕστερον ἐπισκεψόμεθα. τὸ δ’ οὖν
12
ἕν μὲν εἶναι τὸ τοῦ σώματος ἡμῖν ἀγαθὸν, ὅ τί περ ἂν
13
ῃ, καθάπερ καὶ τῶν ἄλλων ἁπασῶν οὐσιῶν, εἶναι δὲ καὶ
14
τέχνην αὐτοῦ μίαν, εἰπερ τι καὶ ἄλλο τῶν πάντων, ἀληθὲς
15
εἶναί φημι, καὶ τὴν αὐτήν γε μέθοδον ἀμφοῖν ὑπάρχειν.
16
μιᾶς οὖν οὔσης περὶ τὸ τοῦ σώματος ἀγαθὸν τέχνης, ἤδη
17
σκοπώμεθα συμπαντ’ αὐτῆς τὰ μόρια· πάντως γάρ που 5.861
1
κατοψομεθα καὶ τὸ καλούμενον υγιεινὸν, ἥντινα ἔχει τὴν
2
δύναμιν, ἵνα κἀνταῦθα μεθόδῳ τινὶ ποιώμεθα τὴν τομὴν,
3
ἐπισκεψόμενοι τὸ γένος τῆς περὶ τὸ σῶμα τέχνης.
4
ὅτι μὲν οὖν οὐκ ἐν αὐτῷ μόνῳ τῷ θεωρῆσαι τὸ τέλος
5
αὐτῆς ἐστὶν, ὥσπερ τῆς ἀριθμητικῆς τε καὶ ἀστρονομικῆς
6
καὶ φυσικῆς, ἀλλά τι καὶ πράττει περὶ τὸ σῶμα, παντὶ
7
δῆλον· ὅτι δ’ οὐδ’ ἐν αὐτῷ τῷ πράττειν τελευτῷ, καθάπερ
8
ἢ ὀρχηστικὴ, μηδὲν, ὅταν ἐνεργοῦσα παύσηται, δεῖξαι
9
δυναμένη, καὶ τοῦτ’ εὔδηλον εἶναι νομίζω. δῆλον οὖν, ὡς
10
ἤτοι τῶν ποιητικῶν, ἢ τῶν κτητικῶν ἐστι τεχνῶν, ἐπειδὴ
11
μήτε τῶν θεωρητικῶν εὑρέθη μήτε τῶν πρακτικῶν. ἀλλ’
12
οὐκ ἔστι τῶν κτητικῶν, ὥσπερ ἢ ἀσπαλιευτική τε καὶ ἡ ἀγκιστρευτικὴ,
13
καὶ τὸ σύμπαν εἰπεῖν ἢ θηρευτική. χειροῦνται
14
γὰρ αὖται τῶν ὄντων τι καὶ κτῶνται, ποιοῦσι δ’ οὐδὲν
15
αὔται πρότερον οὐκ ὅν. ἐκ λοιπῶν οὖν τῶν ποιητικῶν
16
ἐστιν ἡ περὶ τὸ σῶμα [τἀνθρώπου τέχνη. διττὸν δὲ καὶ
17
τούτων ἐστὶ τὸ ἔργον· ἢ γὰρ ὅλον τι ποιοῦσι πρότερον 5.862
1
οὐκ ὄν, ἢ κατὰ μέρος ἐπανορθοῦνται πεπονηκός. ἀλλ’ ἡ
2
ζητουμένη νῦν τέχνη ποιεῖν μὲν ἀδύνατος ὅλον ἀνθρώπου
3
σῶμα, κατὰ μέρη δ’ ἐπανορθοῦσθαι δύναται παραπλησίως
4
τῇ τῶν ἱματίων ἀκεστικῇ, καὶ οὐδ’ ἐνταῦθα πάντα
5
τὸν αὐτὸν ἐκείνῃ τρόπον. ἡ γὰρ φύσις οὕτω γε καὶ ποιεῖ
6
τὸ σῶμα, καὶ αὖθις ἐπανορθοῦται κάμνον, ὡς ἢ περὶ τὴν
7
ἐσθῆτα τέχνη. ταύτης δ’ ὑπηρετική τίς ἐστιν ἡ νῦν ζηνουμένη.
8
συγχωρείσθω οὖν, ἵν’ ὁ λόγος προιῇ, καλεῖν
9
ἡμᾶς αὐτὴν ἐπανορθωτικήν. ἀλλ’ ἤτοι κατὰ μεγάλα τὴν
10
ἐπανόρθωσιν, ἢ κατὰ σμικρὰ ποιεῖται. τὸ μὲν δὴ κατὰ
11
μεγάλα μόρια αὐτῆς ἰατρικόν τε καὶ θεραπευτικὸν ὀνομαζὰτθω,
12
τὸ δὲ κατὰ σμικρὰ φυλακτικόν. ἔστι μὲν οὖν καὶ
13
αὐτοῦ τοῦ κατὰ μεγάλα παμπόλλη τις ἡ διαφορά· πᾶν
14
γὰρ ποσὸν εἰς ἀνάριθμόν τι πλῆθος ἐγχωρεῖ τέμνειν. ἀλλ’
15
ἐπειδὴ μὴ πρόκειται νῦν ὑπὲρ αὐτῶν λέγειν, ἀφείσθω μὲν
16
τοῦτο, τεμνέσθω δὲ τὸ κατὰ σμικρά. δοκεῖ δὲ καὶ τοῦτο
17
τέμνεσθαι διαφοραῖς ἐπισήμοις τριχῶς. ἢ γὰρ τὸν ἄκρως τε
18
καὶ τελέως ὑγιαίνοντα παραλαβὸν ἐν τούτῳ φυλάττει, καὶ 5.863
1
τουτὶ μὲν αὐτὸ τὸ τμῆμα προσαγορεύουσιν εὐεκτικον· ἔτερον
2
δ’ ἀναθρεπτικὸν τῶν νενοσηκότων, ὅ δὴ καὶ καλοῦσιν
3
ἔνιοι τῶν νεωτέρων ἰατρῶν ἀναληπτικόν· ἐν τῷ μέσῳ
4
δ’ ἀμφοῖν ἐστι τὸ καλούμενον ὑπ’ αὐτῶν ἰδίως ὑγιεινον·
5
κοινῶς γὰρ καὶ τοῦτο φυλακτικὸν ἅμα καὶ ὑγιεινὸν ὸνομἀζεται.
6
ταῦτ’ οὖν τὰ τρία μόρια τοῦ φυλακτικοῦ τὰ νῦν
7
εἰρημένα, τὸ ἀναληπτικὸν, τὸ ὑγιεινὸν, τὸ εὐεκτικόν, ἔστι
8
μὲν τοῦ κατὰ σμικρὰ ἐπανορθωτικοῦ μέρους τῆς τέχνης,
9
ἀλλήλων δὲ διαφέρει τῷ μᾶλλον τε καὶ ἧττον· μᾶλλον
10
μὲν κατὰ σμικρὰ τὸ εὐεκτικὸν, ἧττον δὲ αὐτοῦ τὸ ὑγιεινόν,
11
ἐκείνου δ’ ἧττον κατὰ σμικρὰ ἐπανόρθωσιν ποιεῖται τὸ
12
ἀναληπτικόν. ἔνιοι δὲ καὶ τέταρτον ἐν τούτῳ τῷ φυλακτικῷ
13
τμῆμα προστιθέασιν, τὸ καλούμενον ὑπ’ αὐτῶν ἰδίαις προφυλακτικὸν,
14
ἀντίστροφον ἔχον δύναμιν τῷ τοὺς ἐκ νοσημάτων
15
ἄρτι πεπαυμένους ἀνακομίζοντι. δῆλον δ’ ὡς ἄμφω
16
ταῦτα ἐπαμφοτερίζει πως τοῖς ἐναντίοις μορίοις ὕλης τῆς
17
τέχνης, λέγω δὲ τὸ κατὰ μεγαλα καὶ τὸ κατὰ μικρά. τὸ
18
μὲν γὰρ θεραπευτικὸν ὅτι κατὰ μεγάλα, πρόδηλον παντὶ, 5.864
1
τὸ δ’ εὐεκτικόν τε καὶ ὑγιεινὸν ὅτι κατὰ σμικρὰ, καὶ
2
τοῦτ’ εὔδηλον. ἐν τῷ μέσῳ δ’ ἀμφοῖν ἐστι τὸ ἀναληπτικὸν
3
ὀνομαζόμενον καὶ τὸ προφυλακτικὸν, ὡς μὲν πρὸς τὸ
4
ὑγιεινὸν οὖ κατὰ. σμικρὰ τὴν ἐπανόρθωσιν ποιούμενον,
5
ὡς δὲ πρὸς τὸ θεραπευτέον οὐ κατὰ μεγάλα. καί μοι
6
δοκοῦσιν οὐδ’ ὅσοι ταῦτ’ ἄμφω τὰ μορια προσαγορεύουσιν,
7
οὐδέτερα κακῶς δοξάζειν. ἀλλὰ περὶ μὲν τούτων ἐτερος
8
λόγος.