4
Κεφ. λδʹ.Τὴν τούτων τῶν ἀνθρώπων εὐεξίαν ἐμπροσθεν
5
ἐμεμψάμεθα, καὶ τὴν ἐπιστατοῦσαν αὐτοῖς ὁμοίως
6
γυμναστικὴν, ἄλλην δ’ εὐεξίαν ἐπῃνέσαμεν, ἀσφαλῆ τε ἅμα
7
καὶ πρὸς τὰς κατὰ φύσιν ἁπά σας ἐνεργείας χρηστήν,
8
ἢς ὖλαι ποιητικαί τε ἅμα καὶ φυλακτικαὶ δύο ἐστὸν, ἥ θ’
9
ὑγιεινὴ προσαγορευομένη δίαιτα καὶ γυμνάσια. τεττάρων
10
γὰρ οὐσῶν τῶν πασῶν ὑλῶν κατὰ γένος, ὑφ’ ὧν ἀλλοιοῦται
11
τὸ σῶμα, χειρουργίας, καὶ φαρμακείας, καὶ διαίτης, καὶ
12
γυμνασίων, ἡ μία μὲν ἄχρηστος τοῖς νοσοῦσιν, αἱ δύο δὲ
13
τοῖς κατὰ φύσιν ἔχουσιν. ὁ μὲν γὰρ νοσῶν, εἰς πολλὰ
14
καὶ φαρμάκων, καὶ χειρουργίας, καὶ διαίτης δεόμενος, εἰς
15
οὐδὲν δεῖται γυμνασίων· ὁ δ’ ὑγιαίνων ἀκριβῶς γυμνασίων
16
μὲν χρῄζει καὶ διαίτης τινὸς, οὔτε δὲ φαρμάκων οὔτε
17
χειρουργίας προσδεῖται.