Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. Thrasybulus sive utrum medicinae sit an gymnasticae hygiene (Thrasyb.)
urn:cts:greekLit:tlg0057.tlg033
Πρὸς Θρασύβουλον βιβλίον, πότερον ἰατρικῆς ἢ γυμναστικῆς ἐστι τὸ ὑγιεινόν
Thrasybule ou Si l’hygiène relève de la médecine ou de la gymnastique
Thrasybulus (Thras.)
editio(nes) critica(e): Helmreich, 1893
translatio Latina: Ad Thrasybulum liber, utrum medicinae sit an gymnastices hygieine, 1823, vol. 5, pp. 806-898. urn:cts:greekLit:tlg0057.tlg033.verbatim-lat1
translationes recentiores Johnston, 2018 (grc;eng); Nieto Ibañez, 2005 (grc;spa); Singer, 1997 (eng); Englert, 1936 (deu)


4 Κεφ. λστʹ.Τὴν μὲν γὰρ τῶν τοὖς ἀθλητὰς γυμνάζοντων
5 γυμναστικὴν, ὑποδυομένην μὲν ὀνόματι σεμνῷ, κακοτεχνἄτν
6 δὲ οὖσαν, οὔπω μὲν εἰς τοσοῦτον ἀποκεχωρηκυῖαν
7 τοῦ κατὰ φύσιν, εἰς ὅσον αὐτὴν νῦν προαγηόχασιν, ἤδη δ’
8 ἀρχομένην οὐ πρὸς τό βέλτιον ἀποβλέπειν, ἀλλ’ ἁπλῶς
9 ὡς ἰσχυν τῶν ἀντιπάλων καταβλητικήν, ἐν τῷ τρίτῳ τῆς
10 Πολιτείας ἐμέμψατο λέγων ὡδί. καὶ μὰ τὸν Δία, δ’ ὅς,
11 σχεδον τί γε πάντων μάλιστα, εἰ γε περαιτέρω γυμναστικῆς
12 περιττὴ αὕτη ἐπιμέλεια τοῦ σώματος· καὶ γὰρ καὶ πρὸς
13 οἰκονομίας, καὶ πρὸς στρατείας, καὶ πρὸς ἑδραίους ἀρχὰς ἐν
14 πόλει δυσκολος. τὸ δὲ δὴ μέγιστον, ὅτι καὶ πρὸς μαθήσεις
15 ἁστινασοῦν καὶ ἐννοήσεις τε καὶ μελέτας πρὸς ἑαυτὸν
16 χαλεπὴ, κεφαλῆς τινας ἀεὶ διατάσεις καὶ  ἰλίγγους 5.875
1 ὑποπτεύουσα καὶ αἰτιωμένη ἐκ φιλοσοφίας ἐγγίνεσθαι. ὥστε,
2 ὅπη αὕτη, ἀρετῇ ἀσκεῖσθαι καὶ δοκιμάζεσθαι πάντη ἐμπόδιος.
3 κάμνειν γὰρ οἴεσθαι ποιεῖ ἀεὶ, καὶ ὠδίνοντα μήποτε
4 λέγειν περὶ τοῦ σώματος. ἔτι δὲ σαφέστερον ἐν τοῖς
5 ἑξῆς, ὡς οὐκ ὶσχὑν καταβλητικὴν οἴεται τέλος εἶναι τῆς
6 γυμναστικῆς, ἀλλὰ τὴν πρὸς τὰς κατὰ φύσιν ἐνεργείας
7 χρείαν, ἐνεδείξατο λέγων ὡδί. αὐτά γε μὴν τὰ γυμνάσια
8 καὶ τοὖς πόνους πρὸς τὸ θυμοειδὲς τῆς φύσεως βλέπων,
9 κἀκεῖν ἐπεγείρων πονησει μᾶλλον, πρὸς ὶσχὑν, οὐχ ὥσπερ
10 οἱ ἄλλοι ἀθληταὶ ῥώμης ἕνεκα σιτία καὶ πότους μεταχειρίζονται.
11 δῆλος οὖν ἐξ ἁπάντων Πλάτων ἐστὶν τὴν
12 Ἱπποκράτους ἀκριβῶς φυλάττων γνωμην ὑπὲρ τῆς γυμναστικῆς
13 τέχνης ταύτης, ἧς τὸ τέλος ἐστὶν τῶν ἀθλητῶν
14 εὐεξία. μέμφεται γὰρ αὐτὴν ὡς ἄχρηστον εἰς τὰς πολιτικὰς
15 πράξεις ἁπάσας, ὅπερ ἐνὶ λόγῳ περιλαβὼν ἐκεῖνος ὡδί
16 πως ἀπεφήνατο· διαθέσιος ἀθλητικῆς οὐ φύσει ἔξις
17 ὑγιεινὴ κρείσσων. ὅτι δὲ καὶ σφαλερὰ πρὸς ὑγίειαν μάλιστα 5.876
1 κατωρθωμένη διάθεσις αὑτῶν ἐστιν, ἐφ’ ἢν σπεύδουσι,
2 καὶ ὡς καὶ τοῦ τ’ ἐγίνωσκον Ἱπποκράτης τε καὶ Πλάτων,
3 εἴρηται μὲν καὶ δι’ ἄλλων.