8
Κεφ. θʹ. Κινδυνεύσομεν γὰρ, ὡς ὁ λόγος ἔδειξεν,
9
ἐὰν ὑπερβῶμεν τὴν μίαν, ἑπτὰ ποιῆσαι περὶ τὸ σῶμα τὰς
10
τέχνας, τὴν μὲν πρώτην καὶ σαφεστάτην καὶ σχεδὸν μόνην
11
ἀναμφισβήτητον ἰωμένην τὰ νοσήματα, δύο δ’ ἄλλας, τὴν
12
μὲν ἐκ τῆς κατὰ σχέσιν ὑγιείας εἰς τὴν καθ’ ἕξιν ἄγουσαν,
13
τὴν δὲ ἐν ταύτῃ φυλάττουσαν, καὶ δύο ἄλλας ὁμοίως περὶ
14
τὴν εὐεξίαν, δημιουργικὴν μὲν τὴν ἑτέραν, φυλακτικὴν δὲ
15
τὴν ἑτέραν, ἔτι τε πρὸς ταύταις ἄλλας δύο περὶ τὴν
16
ἀθλητικὴν εὐεξίαν, ἁπλῶς μὲν γὰρ τὴν ἑτέραν τὴν κατὰ
17
φύσιν ὀνομαζομένην εὐεξίαν, οὐχ ἁπλῶς δὲ τὴν οὐ φύσει, 5.820
1
τὴν ἀθλητικὴν, ἀλλ’ ἀεὶ μετὰ προσθήκης, ὥσπερ καὶ
2
Ἱπποκράτης, ὁτὲ μὲν ὡδί πως λέγων, διαθέσιος ἀθλητικῆς
3
οὐ φύσει ἕξις ὑγιεινὴ κρείσσων, ὁτὲ δ’ αὖ πάλιν, ἐν
4
τοῖς γυμναστικοῖς αἱ ἐπ’ ἄκρον εὐεξίαι σφαλεραὶ, ἀλλ’ ἐν
5
τοῖς ἀθλητικοῖς τε καὶ γυμναστικοῖς σώμασιν· ἀκούειν γάρ
6
σε χρὴ, γυμναστικὰ λέγεσθαι νῦν, οὐ τὰ τῶν ὁπωσοῦν
7
γυμναζομένων, οἷον ἤτοι σκαπτόντων, ἢ ἐρεσσόντων, ἢ
8
ἀμώντων, ἢ τι τῶν ἄλλων, ὅσα κατὰ φύσιν ἀνθρώποις
9
ἔργα, πραττόντων, ἀλλ’ οἷς αὐτὸ τοῦτ’ ἔστιν ἀγώνισμα, τὸ
10
γυμνάζεσθαι κατ’ ἀθλητικὴν τῶν ἀντιπάλων ἰσχὺν ἐπασκοῦσιν.
11
διὰ τί μὲν οὖν ἡ τοιαύτη διάθεσις οὐ φύσει, δι’
12
ἑτέρων ἐξηγούμεθα. τὸ δ’ οὖν ἐκ τοῦ λόγου χρηστὸν εἰς
13
τὰ παρόντα τοῦτ’ ἔστιν αὐτὸ τὸ νῦν εἰρημένον, ὡς ἑπτὰ
14
γενήσονται περὶ τὸ σῶμα τέχναι, ἑτέρα μὲν τῆς ἄκρας
15
εὐεξίας δημιουργὸς, ἑτέρα δὲ τῆς αὐτῆς ταύτης φυλακτική. 5.821
1
ἐπὶ μὲν γὰρ τῆς τῶν γυμναστικῶν εὐεξίας, ὅτι χρὴ φεύγειν
2
τε καὶ δεδιέναι τὴν ἀκρότητα, πρὸς Ἱπποκράτους εὕρηται
3
σαφέστατα. τῆς δ’ ἁπλῶς λεγομένης εὐεξίας τῆς κατὰ
4
φύσιν οὐχ ὅπως φυλάττεσθαι προσήκει τὸ ἄκρον, ἀλλὰ
5
καὶ παντὶ τρόπῳ σπουδάζειν. οὕτως αἱ σύμπασαι γένοιντ’
6
ἂν ἐννέα περὶ τὸ σῶμα τέχναι, καὶ τούτων ἑπτὰ μὲν, ἃς
7
ἂν καὶ ἐπαινέσειέ τις, αἱ δύο δ’, αἱ λοιπαὶ κακοτεχνίαι
8
δηλονότι, καθάπερ καὶ ἡ κομμωτική. ταύτας μὲν οὖν, εἰ
9
βούλει, παραλίπωμεν, ἐπέλθωμεν δ’ αὖθις τὰς ἑπτὰ, τὴν
10
μὲν πρώτην ἁπασῶν, ἣν ἰᾶσθαι τὰς νόσους ἐλέγομεν, ἄλλας
11
δ’ ἐφεξῆς αὐτῇ, δύο μὲν περὶ τὴν καθ’ ἕξιν ὑγίειαν, δύο
12
δὲ περὶ τὴν εὐεξίαν, καὶ δύο ἄλλας περὶ τὴν ἄκραν εὐεξίαν.
13
ἤδη μὲν οὖν καὶ τοῦτο εὔδηλον, ὡς, εἰ καί τις θείη περὶ
14
τὰ σῶμα τέχνην ἕν ἔχουσαν δηλονότι τὸ τέλος, ἀναγκαῖόν
15
ἐστιν τοῦτον μέχρι τῶν ἑπτὰ προϊέναι, καὶ ὡς οὐδὲν ἄλλο
16
τὸ τέλος τοῦτ’ ἔστιν παρὰ τὴν ὑγίειαν.