Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. Thrasybulus sive utrum medicinae sit an gymnasticae hygiene (Thrasyb.)
urn:cts:greekLit:tlg0057.tlg033
Πρὸς Θρασύβουλον βιβλίον, πότερον ἰατρικῆς ἢ γυμναστικῆς ἐστι τὸ ὑγιεινόν
Thrasybule ou Si l’hygiène relève de la médecine ou de la gymnastique
Thrasybulus (Thras.)
editio(nes) critica(e): Helmreich, 1893
translatio Latina: Ad Thrasybulum liber, utrum medicinae sit an gymnastices hygieine, 1823, vol. 5, pp. 806-898. urn:cts:greekLit:tlg0057.tlg033.verbatim-lat1
translationes recentiores Johnston, 2018 (grc;eng); Nieto Ibañez, 2005 (grc;spa); Singer, 1997 (eng); Englert, 1936 (deu)


13 Κεφ. ιθʹ.Ταῦτ’ οὖν, ὅσα καθ’ αὑτὰ δύναμιν ἔχει
14 βλάβης τινὸς τῆς ὡφελείας, τῆς ὑγείας προνοούμενος
15 ἐπισκοπεῖται. πῶς καὶ τίνα τρόπον; ἐπειδὰν μὲν ἱκανῶς
16 ἤδη τὸ σῶμα κενώσεως ἔχῃ, καὶ κίνδυνος ἥκῃ βλάβης αἰσθητῆς,
17 τρέφεσθαι κελεύων· ἐπειδὰν δὲ ξηραίνηται μᾶλλον 5.839
1 τοῦ μετρίου, καὶ κίνδυνος κᾀντεῦθεν ἤδη βλαβῆναι, πίνειν
2 ἀξιῶν· οὕτω δὲ καὶ γυμνάζων, ἐπειδὰν ῥῶσαι μὲν
3 βούληται τὴν διοικοῦσαν ἡμᾶς δύναμιν, ἐκκαθᾶραί τε τὰ
4 κατὰ λεπτοὺς πόρους, ἡσυχάζειν δὲ προστάττων, ἐπειδὰν
5 ἤτοι κάμνειν πρὸς τῶν γυμνασίων αἴσθηται, διαφορεῖσθαι
6 τὸ σῶμα πέρα τοῦ προσήκοντος, ἀλλὰ καὶ τὴν γαστέρα
7 λαπάττων μὲν, ἢν ἴσχηται, κατέχων δὲ, ἢν ἐκταράττηται,
8 καὶ τὰ ἄλλα δὴ πάντα κατὰ τὸν αὐτὸν τρόπον
9 ἕκαστα πραγματευόμενος, ἑνὶ κεφαλαίῳ τῷδε προσέχων τὸν
10 νοῦν, ἐπειδὰν μὲν ἀκριβῶς ἔχῃ καὶ ὑγιῶς τὸ σῶμα, μηδὲν
11 νεωτερίζειν, ἐπειδὰν δὲ κατά τι τῆς ἀκριβοῦς ἐξιστῆται
12 συμμετρίας, εὐθὺς ἀντεισάγειν τὸ λεῖπον, πρὶν μεγάλην γενέσθαι
13 τὴν εἰς τὸ παρὰ φύσιν ἐκτροπὴν, ὥσπερ ἂν εἰ τὰς
14 κρόκας ἐκρεούσας ἱματίου τινὸς, οὐχ ἅμα πάσας οὐδ’
15 ἀθρόας, ἀλλὰ καθ’ ἑκάστην ἡμέραν μίαν, τοῦτο ἔργον
16 πεποιημένος ἰῷτο παρεδρεύων, ὡς λανθάνειν τοὺς πολλοὺς
17 τὴν ἐπανόρθωσιν  ὑπὸ σμικρότητος. τοιοῦτον γάρ τινα
18 χρὴ καὶ τὸν τοῖς ὑγιαίνουσιν ἐφεστῶτα τεχνίτην εἶναι, σμικρᾶς 5.840
1 διαφθορᾶς καὶ βλάβης αἰσθητικόν τε ἅμα καὶ ἐπανορθωτικόν.
2 εἰ δέ γ’ ἀπαθὲς ἔμενε πάντη τὸ σῶμα καὶ τοιοῦτον,
3 οἷόν περ ποιήσας αὐτὸ τεχνίτης ἀπέλιπεν, οὐκ ἂν
4 ἐδεῖτο τοῦ διαπαντὸς ἐπανορθουμένου. νυνὶ δ’ ἐπειδὴ διαῤῥεῖ
5 τε καὶ φθείρεται, δεῖταί τινος ἐπιστάτου παρεδρεύοντος,
6 ὃς καὶ γνωριεῖ τὸ κενούμενον, ὁποῖόν τ’ ἐστὶν καὶ
7 ὁπόσον, ἰάσεταί τε παραχρῆμα, τοιοῦτον τε καὶ τοσοῦτον
8 ἕτερον ἀντεισάγων. ἀποῤῥεῖ τὸ κατὰ φύσιν ὑγρόν; ἐπάρδειν
9 χρὴ τὴν ἴσην ὑγρότητα, πόμα παρέχοντα. διαφορεῖται
10 τὸ θερμόν; ἀντεισάγειν χρὴ τοσοῦτον ἕτερον. ἐκκενοῦται τὸ
11 στερεόν; ἤδη καιρὸς τρέφειν. ἑνὶ λόγῳ τὸ διαφορούμενον
12 καὶ ἀπολλύμενον ἐπανορθοῦσθαι κατὰ βραχὺ πρὸ τοῦ τοῖς
13 πολλοῖς γενέσθαι κατάφωρον.