17
Κεφ. ιʹ.Ἄμεινον δ’ ἴσως ἀκριβέστερον ἐπεξελθεῖν
18
τῷ λόγῳ, πρῶτον μὲν τοῦτο ἀναμνήσαντας, ὃ μηδεὶς ἀγνοεῖ, 5.822
1
τὰς μὲν κακοτεχνίας τὸ φαινόμενον ἀγαθὸν ἐκποριζομένας
2
ἑκάστῳ τῶν ὄντων, τὰς τέχνας δὲ τὸ κατ’ ἀλήθειαν
3
ἐν αὐτοῖς ὑπάρχον, ἐφεξῆς δὲ τούτῳ λέγοντας, ὡς, εἴπερ ἡ
4
κομμωτικὴ καλουμένη νόθου κάλλους ἐστὶ δημιουργὸς,
5
αὕτη μὲν ἂν εἴη κακοτεχνία τε καὶ κολακεία, τέχνη δέ τις
6
ἑτέρα συστήσεται περὶ τὸ γνήσιόν τε καὶ ὄντως ἀληθινὸν
7
κάλλος, ὅπερ ἐστὶν εὔχροιά τε καὶ εὐσαρκία καὶ συμμετρία
8
τῶν μορίων, ἃ τῇ κατὰ φύσιν εὐεξίᾳ συμβέβηκεν. καὶ νὴ
9
Δία ἄλλον μὲν λόγον τῆς γυμναστικῆς διωρισάμεθα, καὶ
10
νῦν δ’ ἂν ἴσως ἐπὶ κεφαλαίων οὐδὲν ἂν εἴη χεῖρον ὑπὲρ
11
αὐτῶν εἰπεῖν, ἀρχὴν τῷ λόγῳ τήνδε ποιησαμένους.