13
Κεφ. μαʹ.Πολλοστὸν οὖν μέρος γίνεται τἦς ὑγιεινῆς
14
τέχνης ἡ περὶ τῶν γυμνασίων ἐπιστήμη. δικαιότερον γὰρ, οἶμαι,
15
καλεῖν ἐστι γυμναστικὴν τέχνην, ἥτις ἂν ἐπιστήμη τῆς
16
ἐν ἅπασι τοῖς γυμνασίοις ῃ δυνάμεως, ὡς τὸ γε περὶ τῶν
17
κατὰ τὴν παλαίστραν ἐπίστασθαι μόνον ἐσχάτως πω μικρὁν
18
ἐστι, καὶ πᾶσιν ἥκιστα χρήσιμον. ἐρέσσειν οὖν ἄμεινόν 5.886
1
ἐστι, καὶ σκάπτειν, καὶ θερίζειν, καὶ ἀκοντίζειν, καὶ
2
τρέχειν, καὶ πηδᾶν, καὶ ἱππάζεσθαι, καὶ κυνηγετεῖν, ὁπλομαχεῖν
3
τε καὶ σχίζειν ξύλα, καὶ βαστάζειν, καὶ γεωργεῖν,
4
ἅπαντά τε τἄλλα κατὰ φύσιν ἐργάζεσθαι κρεῖττον, ἢ
5
κατὰ παλαίστραν γυμνάζεσθαι. καί σοι πάρεστιν ἤδη σκοπεῖν,
6
οὐ μόνον ὅτι πολλοστόν ἐστι μόριον ὑγιεινῆς τέχνης
7
ἡ γυμναστικὴ, ἐλάχιστον δ’ αὖ πάλιν ἐστὶ τῆς γυμναστικῆς
8
τὸ περὶ τῶν κατὰ παλαίστραν μόριον, ὅτι τε τούτῳ παράκειται
9
τὸ τῶν ἀθλητῶν ἐπιτήδευμα, καὶ διαθέσεώς τινος
10
ἀπεργαστικὸν, οὐ φύσει, καὶ κακοτεχνίαν ἐπιστατοῦσαν ἔχον,
11
ὑποδυομένην μὲν τέλει χρηστῷ τῆς εὐεξίας, ἄλλο δ’ ἔτι
12
μᾶλλον ἢ εὐεξίαν ἐργαζόμενον, ἀλλὰ ὅτι τῆς μὲν τοιαύτης
13
κακοτεχνίας οἰ δυστυχῶς ἀθλήσαντες ἐξαίφνης ἐπιστήμονες
14
ἀναφαίνονται, τῆς δ’ ὄντως γυμναστικῆς Ἱπποκράτης καὶ
15
ὁ προειρημένος ἅμ’ αὐτῷ χορὸς ἐπιστήμων ἐστίν. ὥσπερ
16
δ’ ἐν τοῖς κατὰ ἰατρικὴν οὐχ ἅπασιν ὀρθῶς ἅμα εὕρηται
17
πάνται κατὰ τὸν αὐτὸν τρόπον οὐδὲ περὶ γυμνασίων.
18
ἀλλὰ νῦν φὐ πρόκειται διελέγχειν τοὺς κακῶς ὑπὲρ αὐτῶν 5.887
1
ἐγνωκότας, ἀλλ’ ἐξηγεῖσθαι τοὔνομα τῆς γυμναστικῆς, τις
2
ἔστιν ἐπιστήμη τις ἥδε τῶν ἐν γυμνασίοις δυνάμεων, ὥσπερ
3
ἢ φαρμακευτικὴ τῶν ἐν φαρμάκοις· ἄμφω γὰρ ταῦτα τὰ
4
μόρια τὴν κλῆσιν ἀπὸ τῶν ὑλῶν ἔσχηκεν ὁμοίως τοῖς ἄλλοις
5
οἷς ὀλίγον ἐμπροσθεν εἶπον.